Book 1
20
Περὶ ὁρίων διαθέσεως Περὶ δὲ τῶν ὁρίων δισσοὶ μάλιστα φέρονται τρόποι, καὶ ὁ μέν ἐστιν Αἰγυπτιακός, ὁ πρὸς τὰς τῶν οἴκων ὡς ἐπὶ πᾶν κυρίας· ὁ δὲ Χαλδαϊκός, ὁ πρὸς τὰς τῶν τριγώνων οἰκοδεσποτίας. ὁ μὲν οὖν Αἰγυπτιακὸς ὁ τῶν κοινῶς φερομένων ὁρίων οὐ πάνυ τοι σῴζει τὴν ἀκολουθίαν οὔτε τῆς τάξεως οὔτε τῆς καθʼ ἕκαστον ποσότητος. πρῶτον μὲν γὰρ ἐπὶ τῆς τάξεως πῂ μὲν τοῖς τῶν οἴκων κυρίοις τὰ πρωτεῖα δεδώκασιν, πῂ δὲ τοῖς τῶν τριγώνων ἐνίοτε δὲ καὶ τοῖς τῶν ὑψωμάτων. ἐπεὶ παραδείγματος ἕνεκεν, εἴ γε τοῖς οἴκοις ἠκολουθήκασι, διὰ τί τῷ τοῦ Κρόνου εἰ τύχοι πρώτῳ δεδώκασιν ἐν Ζυγῷ καὶ οὐ τῷ τῆς Ἀφροδίτης, καὶ διὰ τί ἐν Κριῷ τῷ τοῦ Διὶ καὶ οὐ τῷ τοῦ Ἄρεως; εἴτε τοῖς τριγώνοις, διὰ τί τῷ τοῦ Ἑρμοῦ δεδώκασιν ἐν Αἰγόκερῳ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; εἴτε καὶ τοῖς ὑψώμασι, διὰ τί τῷ τοῦ Ἄρεως ἐν Καρκίνῳ καὶ οὐ τῷ τοῦ Διός; εἴτε τοῖς τὰ πλεῖστα τούτων ἔχουσι, διὰ τί ἐν Ὑδροχόῳ τῷ τοῦ Ἑρμοῦ δεδώκασι, τρίγωνον ἔχοντι μόνον, καὶ οὐχὶ τῷ τοῦ Κρόνου· τούτου γὰρ καὶ οἶκός ἐστι καὶ τρίγωνον. ἢ διὰ τί ὅλως ἐν Αἰγόκερῳ τῷ τοῦ Ἑρμοῦ πρώτῳ δεδώκασι μηδένα λόγον ἔχοντι πρὸς τὸ ζῴδιον οἰκοδεσποτίας; καὶ ἐπὶ τῆς λοιπῆς διατάξεως τὴν αὐτὴν ἀναλογίαν ἄν τις εὕροι. Δεύτερον δὲ καὶ ἡ ποσότης τῶν ὁριων οὐδεμίαν ἀκολουθίαν ἔχουσα φαίνεται. ὁ γὰρ καθʼ ἕνα ἕκαστον ἀστέρα ἐπισυναγόμενος ἐκ πάντων ἀριθμός, πρὸς ὅν φασιν αὐτῶν τὰ χρονικὰ ἐπιμερίζεσθαι, οὐδένα οἰκεῖον οὐδὲ εὐαπόδεκτον ἔχει λόγον. ἐὰν δὲ καὶ τούτῳ τῷ κατὰ τὴν ἐπισυναγωγὴν ἀριθμῷ πιστεύσωμεν, ὡς ἄντικρυς ὑπʼ Αἰγυπτίων ὁμολογουμένῳ, πολλαχῶς μὲν καὶ ἄλλως τῆς κατὰ τὸ ζῴδιον ποσότητος ἐναλλασσομένης, ὁ αὐτὸς ἀριθμὸς ἂν συναγόμενος εὑρεθείη. καὶ ὃ πιθανολογεῖν δὲ καὶ σοφίζεσθαί τινες ἐπιχειροῦσι περὶ αὐτῶν, ὅτι κατὰ παντὸς κλίματος ἀναφορικὸν λόγον οἱ καθ̓ ἕκαστον ἀστέρα συσχηματιζόμενοί πως χρόνοι τὴν αὐτὴν ἐπισυνάγουσι ποσότητα, ψεῦδός ἐστι. πρῶτον μὲν γὰρ ἀκολουθοῦσι τῇ κοινῇ πραγματείᾳ καὶ τῇ πρὸς ὁμαλὰς ὑπεροχὰς τῶν ἀναφορῶν συνισταμένῃ, μὴ κατὰ μικρὸν ἐγγὺς οὔσῃ τῆς ἀληθείας· καθʼ ἣν ἐπὶ τοῦ διὰ τῆς κάτω χώρας τῆς Αἰγύπτου παραλλήλου τὸ μὲν τῆς Παρθένου καὶ τῶν Χηλῶν δωδεκατημόριον ἐν λη χρόνοις ἑκάτερον καὶ ἔτι τρίτῳ θέλουσιν ἀναφέρεσθαι, τὸ δὲ τοῦ Λέοντος καὶ τοῦ Σκορπίου ἑκάτερον ἐν λε, δεικνυμένου διὰ τῶν γραμμῶν ὅτι ταῦτα μὲν ἐν πλείοσι τῶν λε χρόνων ἀναφέρεται, τὸ δὲ τῆς Παρθένου καὶ τὸ τῶν Χηλῶν ἐν ἐλάττοσιν· ἔπειτα καὶ οἱ τοῦτο ἐπιχειρήσαντες κατασκευάζειν οὐκέτι φαίνονται κατηκολουθηκότες οὐδʼ οὕτω τῇ παρὰ τοῖς πλείστοις φερομένῃ ποσότητι τῶν ὁρίων, κατὰ πολλὰ διηναγκασμένοι καταψεύσασθαι· καί που καὶ μορίοις μορίων ἐχρήσαντο, τοῦ σῶσαι τὸ προκείμενον αὐτοῖς ἕνεκεν, οὐδ̓ αὐτοῖς, ὡς ἔφαμεν, ἀληθοῦς ἐχομένοις σκοποῦ. Τὰ μέντοι φερόμενα παρὰ τοῖς πολλοῖς διὰ τὴν τῆς ἐπάνωθεν παραδόσεως ἀξιοπιστίαν τοῦτον ὑπόκειται τὸν τρόπον.