Thesauros Literature astronomy Τετράβιβλος

Τετράβιβλος

Τετράβιβλος Ptolemy 2nd cent

Book 1

5 Περὶ ἀγαθοποιῶν καὶ κακοποιῶν Τούτων οὕτως ἐχόντων, ἐπειδὴ τῶν τεττάρων χυμάτων δύο μέν ἐστι τὰ γόνιμα καὶ ποιητικά, τό τε τοῦ θερμοῦ καὶ τὸ τοῦ ὑγροῦ· διὰ τούτων γὰρ πάντα συγκρίνεται καὶ αὔξεται· δύο δὲ τὰ φθαρτικὰ καὶ παθητικά, τό τε τοῦ ξηροῦ καὶ τὸ τοῦ ψυχροῦ, δἰ ὧν πάντα πάλιν διακρίνεται καὶ φθίνει, τοὺς μὲν δύο τῶν πλανητῶν, τόν τε τοῦ Διὸς καὶ τὸν τῆς Ἀφροδίτης, καὶ ἔτι τὴν σελήνην, ὡς ἀγαθοποιοὺς οἱ παλαιοὶ παρειλήφασι, διὰ τὸ εὔκρατον καὶ τὸ πλέον ἔχειν ἔν τε τῷ θερμῷ καὶ τῷ ὑγρῷ, τὸν δὲ τοῦ Κρόνου καὶ τὸν τοῦ Ἄρεως τῆς ἐναντίας φύσεως ποιητικούς, τὸ μὲν τῆς ἄγαν ψύξεως ἕνεκεν, τὸν δὲ τῆς ἄγαν ξηρότητος· τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τὸ κοινὸν τῶν φύσεων ὡς ἀμφότερα δυναμένους, καὶ μᾶλλον συντρεπομένους, οἷς ἂν τῶν ἄλλων προσγένωνται.
6 Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ἀστέρων Πάλιν ἐπειδὴ τὰ πρῶτα γένη τῶν φύσεών ἐστι δύο, τό τε ἀρρενικὸν καὶ τὸ θῆλυ, τῶν δὲ προκειμένων δυνάμεων ἡ τῆς ὑγρᾶς οὐσίας μάλιστα θηλυκὴ τυγχάνει?̔πλέον γὰρ ἐγγίνεται καθʼ ὅλου τοῦτο τὸ μέρος πᾶσι τοῖς θήλεσι, τὰ δʼ ἄλλα μᾶλλον τοῖς ἄρρεσιν̓, εἰκότως τὴν μὲν σελήνην καὶ τὸν τῆς Ἀφροδίτης ἀστέρα θηλυκοὺς ἡμῖν παραδεδώκασι διὰ τὸ πλέον ἔχειν ἐν τῷ ὑγρῷ, τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως ἀρρενικούς, τὸν δὲ τοῦ Ἑρμοῦ κοινὸν ἀμφοτέρων τῶν γενῶν, καθʼ ὃ ἐξ ἴσου τῆς τε ξηρᾶς καὶ τῆς ὑγρᾶς οὐσίας ἐστὶ ποιητικός. ἀρρενοῦσθαι δέ φασι τοὺς ἀστέρας καὶ θηλύνεσθαι παρά τε τοὺς πρὸς τὸν ἥλιον σχηματισμούς· ἑῴους μὲν γὰρ ὄντας καὶ προηγουμένους ἀρρενοῦσθαι, ἑσπερίους δὲ καὶ ἑπομένους θηλύνεσθαι. καὶ ἔτι παρὰ τοὺς πρὸς τὸν ὁρίζοντα· ἐν μὲν γὰρ τοῖς ἀπὸ ἀνατολῆς μέχρι μεσουρανήσεως, ἢ καὶ ἀπὸ δύσεως μέχρι τῆς ὑπὸ γῆν ἀντιμεσουρανήσεως σχηματισμοῖς, ὡς ἀπηλιωτικοὺς ἀρρενοῦσθαι· ἐν δὲ τοῖς λοιποῖς δυσὶ τεταρτημορίοις ὡς λιβυκοὺς θηλύνεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme