Thesauros Literature biography Θησεύς

Θησεύς

Θησεύς Plutarch
24.5 Αἰγείδη Θησεῦ, Πιτθηΐδος ἔκγονε κούρης, πολλαῖς τοι πολίεσσι πατὴρ ἐμὸς ἐγκατέθηκε τέρματα καὶ κλωστῆρας ἐν ὑμετέρῳ πτολιέθρῳ. ἀλλὰ σὺ μή τι λίην πεπονημένος ἔνδοθι θυμὸν βουλεύειν· ἀσκὸς γὰρ ἐν οἴδματι ποντοπορεύσει. τοῦτο δὲ καὶ Σίβυλλαν ὕστερον ἀποστοματίσαι πρὸς τὴν πόλιν ἱστοροῦσιν, ἀναφθεγξαμένην· ἀσκὸς βαπτίζῃ· δῦναι δέ τοι οὐ θέμις ἐστίν.
25.1 ἔτι δὲ μᾶλλον αὐξῆσαι τὴν πόλιν βουλόμενος ἐκάλει πάντας ἐπὶ τοῖς ἴσοις, καὶ τὸ δεῦρʼ ἴτε πάντες λεῴ κήρυγμα Θησέως γενέσθαι φασὶ πανδημίαν τινὰ καθιστάντος. οὐ μὴν ἄτακτον οὐδὲ μεμιγμένην περιεῖδεν ὑπὸ πλήθους ἐπιχυθέντος ἀκρίτου γενομένην τὴν δημοκρατίαν, ἀλλὰ πρῶτος ἀποκρίνας χωρὶς εὐπατρίδας καὶ γεωμόρους καὶ δημιουργούς,
25.2 εὐπατρίδαις δὲ γινώσκειν τὰ θεῖα καὶ παρέχειν ἄρχοντας ἀποδοὺς καὶ νόμων διδασκάλους εἶναι καὶ ὁσίων καὶ ἱερῶν ἐξηγητάς, τοῖς ἄλλοις πολίταις ὥσπερ εἰς ἴσον κατέστησε, δόξῃ μὲν εὐπατριδῶν, χρείᾳ δὲ γεωμόρων, πλήθει δὲ δημιουργῶν ὑπερέχειν δοκούντων. ὅτι δὲ πρῶτος ἀπέκλινε πρὸς τὸν ὄχλον, ὡς Ἀριστοτέλης φησί, καὶ ἀφῆκε τὸ μοναρχεῖν, ἔοικε μαρτυρεῖν καὶ Ὅμηρος ἐν νεῶν καταλόγῳ μόνους Ἀθηναίους δῆμον προσαγορεύσας.
25.3 ἔκοψε δὲ καὶ νόμισμα, βοῦν ἐγχαράξας, ἢ διὰ τὸν Μαραθώνιον ταῦρον, ἢ διὰ τὸν Μίνω στρατηγόν, ἢ πρὸς γεωργίαν τοὺς πολίτας παρακαλῶν. ἀπʼ ἐκείνου δέ φασι τὸ ἑκατόμβοιον καὶ τὸ δεκάβοιον ὀνομασθῆναι. προσκτησάμενος δὲ τῇ Ἀττικῇ τὴν Μεγαρικὴν βεβαίως, τὴν θρυλουμένην ἐν Ἰσθμῷ στήλην ἔστησεν, ἐπιγράψας τὸ διορίζον ἐπίγραμμα τὴν χώραν δυσὶ τριμέτροις, ὧν ἔφραζε τὸ τὸ μὲν, τὸ δὲ with Coraës, after Reiske: τὰ μὲν, τὰ δέ. μὲν πρὸς ἕω τάδʼ οὐχὶ Πελοπόννησος, ἀλλʼ Ἰωνία· τὸ τὸ μὲν, τὸ δὲ with Coraës, after Reiske: τὰ μὲν, τὰ δέ. δὲ πρὸς ἑσπέραν τάδʼ ἐστὶ Πελοπόννησος, οὐκ Ἰωνία.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme