Thesauros Literature biography Θησεύς

Θησεύς

Θησεύς Plutarch
32.3 φράζει δὲ αὐτοῖς Ἀκάδημος ᾐσθημένος ᾧ δή τινι τρόπῳ τὴν ἐν Ἀφίδναις κρύψιν αὐτῆς. ὅθεν ἐκείνῳ τε τιμαὶ ζῶντι παρὰ τῶν Τυνδαριδῶν ἐγένοντο, καὶ πολλάκις ὕστερον εἰς τὴν Ἀττικὴν ἐμβαλόντες Λακεδαιμόνιοι καὶ πᾶσαν ὁμοῦ τὴν χώραν τέμνοντες, τῆς Ἀκαδημείας ἀπείχοντο διὰ τὸν Ἀκάδημον.
32.4 ὁ δὲ Δικαίαρχος Ἐχεδήμου Ἐχεδήμου with Coraës, Sintenis1, and Bekker, after Xylander: Ἐχέμου. φησὶ καὶ Μαράθου συστρατευσάντων τότε τοῖς Τυνδαρίδαις ἐξ Ἀρκαδίας, ἀφʼ οὗ μὲν Ἐχεδημίαν προσαγορευθῆναι τὴν νῦν Ἀκαδήμειαν, ἀφʼ οὗ δὲ Μαραθῶνα τὸν δῆμον, ἐπιδόντος ἑαυτὸν ἑκουσίως κατά τι λόγιον σφαγιάσασθαι πρὸ τῆς παρατάξεως.
32.4 ἐλθόντες οὖν ἐπὶ τὰς Ἀφίδνας καὶ μάχῃ κρατήσαντες ἐξεῖλον τὸ χωρίον.
32.5 ἐνταῦθά φασι καὶ Ἄλυκον πεσεῖν τὸν Σκείρωνος υἱόν, συστρατευόμενον τότε τοῖς Διοσκούροις, ἀφʼ οὗ καὶ τόπον τῆς Μεγαρικῆς Ἄλυκον καλεῖσθαι τοῦ σώματος ἐνταφέντος. Ἡρέας δʼ ὑπὸ Θησέως αὐτοῦ περὶ Ἀφίδνας ἀποθανεῖν τὸν Ἄλυκον ἱστόρηκε, καὶ μαρτύρια ταυτὶ τὰ ἔπη παρέχεται περὶ τοῦ Ἀλύκου· τὸν ἐν εὐρυχόρῳ ποτʼ Ἀφίδνῃ μαρνάμενον Θησεὺς Ἑλένης ἕνεκʼ ἠϋκόμοιο κτεῖνεν. Οὐ μὴν εἰκὸς αὐτοῦ Θησέως παρόντος ἁλῶναι τήν τε μητέρα καὶ τὰς Ἀφίδνας.
33.1 ἐχομένων δʼ οὖν τῶν Ἀφιδνῶν καὶ τῶν ἐν ἄστει δεδιότων, ἔπεισε τὸν δῆμον ὁ Μενεσθεὺς δέχεσθαι τῇ πόλει καὶ φιλοφρονεῖσθαι τοὺς Τυνδαρίδας, ὡς μόνῳ Θησεῖ βίας ὑπάρξαντι πολεμοῦντας, τῶν δὲ ἄλλων εὐεργέτας ὄντας ἀνθρώπων καὶ σωτῆρας. ἐμαρτύρει δὲ αὐτῷ καὶ τὰ παρʼ ἐκείνων· οὐδὲν γὰρ ἠξίωσαν ἁπάντων κρατοῦντες ἀλλʼ ἢ μυηθῆναι, μηδὲν ἧττον Ἡρακλέους τῇ πόλει προσήκοντες.
33.2 καὶ τοῦτο οὖν ὑπῆρξεν αὐτοῖς, Ἀφίδνου ποιησαμένου παῖδας, ὡς Πύλιος Ἡρακλέα· καὶ τιμὰς ἰσοθέους ἔσχον, Ἄνακες προσαγορευθέντες, ἢ διὰ τὰς γενομένας ἀνοχὰς ἢ διὰ τὴν ἐπιμέλειαν καὶ κηδεμονίαν τοῦ μηδένα κακῶς παθεῖν στρατιᾶς τοσαύτης ἔνδον οὔσης· ἀνακῶς γὰρ ἔχειν τοὺς ἐπιμελομένους ἢ φυλάττοντας ὁτιοῦν· καὶ τοὺς βασιλεῖς ἴσως ἄνακτας διὰ τοῦτο καλοῦσιν. εἰσὶ δὲ οἱ λέγοντες διὰ τὴν τῶν ἀστέρων ἐπιφάνειαν Ἄνακας ὀνομάζεσθαι· τὸ γὰρ ἄνω τοὺς Ἀττικοὺς ἀνεκὰς ὀνομάζειν, καὶ ἀνέκαθεν τὸ ἄνωθεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme