34.1
Αἴθραν δὲ τὴν Θησέως μητέρα γενομένην αἰχμάλωτον ἀπαχθῆναι λέγουσιν εἰς Λακεδαίμονα, κἀκεῖθεν εἰς Τροίαν μετὰ Ἑλένης· καὶ μαρτυρεῖν Ὅμηρον, ἕπεσθαι τῇ Ἑλένῃ φάμενον· Αἴθρην Πιτθῆος θύγατρα Κλυμένην τε βοῶπιν. Hom. Il. 3.144 οἱ δὲ καὶ τοῦτο τὸ ἔπος διαβάλλουσι καὶ τὴν περὶ Μουνύχου μυθολογίαν, ὃν ἐκ Δημοφῶντος Λαοδίκης κρύφα τεκούσης ἐν Ἰλίῳ συνεκθρέψαι τὴν Αἴθραν λέγουσιν.
34.2
ἴδιον δέ τινα καὶ παρηλλαγμένον ὅλως λόγον ὁ Ἴστρος ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἀττικῶν ἀναφέρει περὶ Αἴθρας, ὡς ἐνίων λεγόντων Ἀλέξανδρον μὲν τὸν Πάριν ἐν Θεσσαλίᾳ τὸν Πάριν ἐν Θεσσαλίᾳ, with Bekker: τὸν ἐν Θεσσαλίᾳ Πάριν. ὑπʼ Ἀχιλλέως καὶ Πατρόκλου μάχῃ κρατηθῆναι παρὰ τὸν Σπερχειόν, Ἕκτορα δὲ τὴν Τροιζηνίων πόλιν λαβόντα διαρπάσαι καὶ τὴν Αἴθραν ἀπάγειν ἐκεῖ καταλειφθεῖσαν. ἀλλὰ τοῦτο μὲν ἔχει πολλὴν ἀλογίαν.
35.1
Ἀϊδωνέως δὲ τοῦ Μολοσσοῦ ξενίζοντος Ἡρακλέα καὶ τῶν περὶ τὸν Θησέα καὶ Πειρίθουν κατὰ τύχην μνησθέντος, ἅ τε πράξοντες ἦλθον καὶ ἃ φωραθέντες ἔπαθον, βαρέας ἤνεγκεν ὁ Ἡρακλῆς, τοῦ μὲν ἀπολωλότος ἀδόξως, τοῦ δὲ ἀπολλυμένου. καὶ περὶ Πειρίθου μὲν οὐδὲν ᾤετο ποιήσειν πλέον ἐγκαλῶν, τὸν δὲ Θησέα παρῃτεῖτο καὶ χάριν ἠξίου ταύτην αὐτῷ δοθῆναι.
35.2
συγχωρήσαντος δὲ τοῦ Ἀϊδωνέως, λυθεὶς ὁ Θησεὺς ἐπανῆλθε μὲν εἰς τὰς Ἀθήνας, οὐδέπω παντάπασι τῶν φίλων αὐτοῦ κεκρατημένων, καὶ ὅσα ὑπῆρχε τεμένη πρότερον αὐτῷ τῆς πόλεως ἐξελούσης ἅπαντα καθιέρωσε τῷ Ἡρακλεῖ καὶ προσηγόρευσεν ἀντὶ Θησείων Ἡράκλεια, πλὴν τεσσάρων, ὡς Φιλόχορος ἱστόρηκεν. αὖθις αὖθις Coraës, after Reiske: εὐθύς (at once). δὲ βουλόμενος ὡς πρότερον ἄρχειν καὶ καθηγεῖσθαι τοῦ πολιτεύματος εἰς στάσεις ἐνέπεσε καὶ ταραχάς, οὓς μὲν ἀπέλιπε μισοῦντας αὐτὸν εὑρίσκων τὸ μὴ φοβεῖσθαι τῷ μισεῖν προσειληφότας, ἐν δὲ τῷ δήμῳ πολὺ τὸ διεφθαρμένον ὁρῶν καὶ θεραπεύεσθαι βουλόμενον ἀντὶ τοῦ ποιεῖν σιωπῇ τὸ προσταττόμενον.