Thesauros Literature biography Ῥωμύλος

Ῥωμύλος

Ῥωμύλος Plutarch
17.4 τοῦτο καὶ πρὸς τὴν Ταρπηίαν τότε παθὼν ὁ Τάτιος, ἐκέλευσε μεμνημένους τῶν ὁμολογιῶν τοὺς Σαβίνους μηδενὸς αὐτῇ φθονεῖν ὧν ἐν ταῖς ἀριστεραῖς ἔχουσι, καὶ πρῶτος ἅμα τὸν βραχιονιστῆρα τῆς χειρὸς περιελὼν καὶ τὸν θυρεὸν ἐπέρριψε. πάντων δὲ τὸ αὐτὸ ποιούντων, βαλλομένη τε τῷ χρυσῷ καὶ καταχωσθεῖσα τοῖς θυρεοῖς, ὑπὸ πλήθους καὶ βάρους ἀπέθανεν.
17.5 ἑάλω δὲ καὶ Ταρπήιος προδοσίας ὑπὸ Ῥωμύλου διωχθείς, ὡς Ἰόβας φησὶ Γάλβαν Σουλπίκιον ἱστορεῖν. τῶν δʼ ἄλλα περὶ Ταρπηίας λεγόντων ἀπίθανοι μέν εἰσιν οἱ Τατίου θυγατέρα τοῦ ἡγεμόνος τῶν Σαβίνων οὖσαν αὐτήν, Ῥωμύλῳ δὲ βίᾳ συνοικοῦσαν, ἱστοροῦντες ταῦτα ποιῆσαι καὶ παθεῖν ὑπὸ τοῦ πατρός· ὧν καὶ Ἀντίγονός ἐστι. Σιμύλος δʼ ὁ ποιητὴς καὶ παντάπασι ληρεῖ, μὴ Σαβίνοις οἰόμενος, ἀλλὰ Κελτοῖς τὴν Ταρπηίαν προδοῦναι τὸ Καπιτώλιον, ἐρασθεῖσαν αὐτῶν τοῦ βασιλέως. λέγει δὲ ταῦτα· ἡ δʼ ἀγχοῦ Τάρπεια παραὶ Καπιτώλιον αἶπος ναίουσα Ῥώμης ἔπλετο τειχολέτις, Κελτῶν ἣ στέρξασα γαμήλια λέκτρα γενέσθαι σκηπτούχῳ, πατέρων οὐκ ἐφύλαξε δόμους. καὶ μετʼ ὀλίγα περὶ τῆς τελευτῆς· τὴν δʼ οὔτʼ ἄρʼ Βόιοί τε καὶ ἔθνεα μυρία Κελτῶν χηράμενοι ῥείθρων ἐντὸς ἔθεντο Πάδου, ὅπλα δʼ ἐπιπροβαλόντες ἀρειμανέων ἀπὸ χειρῶν κούρῃ ἐπὶ στυγερῇ κόσμον ἔθεντο φόνον.
18.1 τῆς μέντοι Ταρπηίας ἐκεῖ ταφείσης, ὁ λόφος ὠνομάζετο Ταρπήιος, ἄχρι οὗ Ταρκυνίου βασιλέως Διὶ τὸν τόπον καθιεροῦντος ἅμα τά τε λείψανα μετηνέχθη, καὶ τοὔνομα τῆς Ταρπηίας ἐξέλιπε· πλὴν πέτραν ἔτι νῦν ἐν τῷ Καπιτωλίῳ Ταρπηίαν καλοῦσιν, ἀφʼ ἧς ἐρρίπτουν τοὺς κακούργους.
18.2 ἐχομένης δὲ τῆς ἄκρας ὑπὸ τῶν Σαβίνων, ὅ τε Ῥωμύλος ὑπʼ ὀργῆς εἰς μάχην αὐτοὺς προὐκαλεῖτο, καὶ ὁ Τάτιος ἐθάρρει, καρτερὰν εἰ βιασθεῖεν ἀναχώρησιν ὁρῶν αὐτοῖς ὑπάρχουσαν. ὁ γὰρ μεταξὺ τόπος, ἐν ᾧ συμπίπτειν ἔμελλον, ὑπὸ πολλῶν λόφων περιεχόμενος, ἀγῶνα μὲν ὀξὺν ἐδόκει καὶ χαλεπὸν ὑπὸ δυσχωρίας ἀμφοτέροις παρέξειν, φυγὰς δὲ καὶ διώξεις ἐν στενῷ βραχείας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme