21.6
βούτας δέ τις, αἰτίας μυθώδεις ἐν ἐλεγείοις περὶ τῶν Ῥωμαϊκῶν ἀναγράφων, φησὶ τοῦ Ἀμουλίου τοὺς περὶ τὸν Ῥωμύλον κρατήσαντας ἐλθεῖν δρόμῳ μετὰ χαρᾶς ἐπὶ τὸν τόπον, ἐν ᾧ νηπίοις οὖσιν αὐτοῖς ἡ λύκαινα θηλὴν ὑπέσχε, καὶ μίμημα τοῦ τότε δρόμου τὴν ἑορτὴν ἄγεσθαι, καὶ τρέχειν τοὺς ἀπὸ γένους τοὺς ἐμποδίους τύπτοντας, ὅπως τότε φάσγανʼ ἔχοντες ἐξ Ἄλβης ἔθεον Ῥωμύλος ἠδὲ Ῥέμος. καὶ τὸ μὲν ξίφος ᾑμαγμένον προσφέρεσθαι τῷ μετώπῳ τοῦ τότε φόνου καὶ κινδύνου σύμβολον, τὴν δὲ διὰ τοῦ γάλακτος ἀποκάθαρσιν ὑπόμνημα τῆς τροφῆς αὐτῶν εἶναι.
21.7
Γάιος δὲ Ἀκίλιος ἱστορεῖ πρὸ τῆς κτίσεως τὰ θρέμματα τῶν περὶ τὸν Ῥωμύλον ἀφανῆ γενέσθαι· τοὺς δὲ τῷ Φαύνῳ προσευξαμένους ἐκδραμεῖν γυμνοὺς ἐπὶ τὴν ζήτησιν, ὅπως ὑπὸ τοῦ ἱδρῶτος μὴ ἐνοχλοῖντο· καὶ διὰ τοῦτο γυμνοὺς περιτρέχειν τοὺς Λουπέρκους. τὸν δὲ κύνα φαίη τις ἄν, εἰ μὲν ἡ θυσία καθαρμός ἐστι, θύεσθαι καθαρσίῳ χρωμένων αὐτῷ·
21.8
καὶ γὰρ Ἕλληνες ἔν τε τοῖς καθαρσίοις σκύλακας ἐκφέρουσι καὶ πολλαχοῦ χρῶνται τοῖς λεγομένοις περισκυλακισμοῖς· εἰ δὲ τῇ λυκαίνῃ χαριστήρια ταῦτα καὶ τροφεῖα καὶ σωτήρια Ῥωμύλου τελοῦσιν, οὐκ ἀτόπως ὁ κύων σφάττεται· λύκοις γάρ ἐστι πολέμιος· εἰ μὴ νὴ Δία κολάζεται τὸ ζῷον ὡς παρενοχλοῦν τοὺς Λουπέρκους ὅταν περιθέωσι.
22.1
λέγεται δὲ καὶ τὴν περὶ τὸ πῦρ ἁγιστείαν Ῥωμύλον καταστῆσαι πρῶτον, ἀποδείξαντα παρθένους ἱερὰς Ἑστιάδας προσαγορευομένας. οἱ δὲ τοῦτο μὲν εἰς Νομᾶν ἀναφέρουσι, τὰ δʼ ἄλλα τὸν Ῥωμύλον θεοσεβῆ διαφερόντως, ἔτι δὲ μαντικὸν ἱστοροῦσι γενέσθαι, καὶ φορεῖν ἐπὶ μαντικῇ τὸ καλούμενον λίτυον· ἔστι δὲ καμπύλη ῥάβδος, ᾗ τὰ πλινθία καθεζομένους ἐπʼ οἰωνῶν διαγράφειν.
22.2
τοῦτο δʼ ἐν Παλατίῳ φυλαττόμενον ἀφανισθῆναι, περὶ τὰ Κελτικὰ τῆς πόλεως ἁλούσης· εἶτα μέντοι τῶν βαρβάρων ἐκπεσόντων εὑρεθῆναι κατὰ τέφρας βαθείας, ἀπαθὲς ὑπὸ τοῦ πυρὸς ἐν πᾶσι τοῖς ἄλλοις ἀπολωλόσι καὶ διεφθαρμένοις.