27.6
ἕτεροι δʼ οἴονται μήτʼ ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου μήτε μόνων τῶν βουλευτῶν παρόντων γενέσθαι τὸν ἀφανισμόν, ἀλλὰ τυχεῖν μὲν ἔξω περὶ τὸ καλούμενον αἰγὸς [ἢ ζορκὸς] ἕλος ἐκκλησίαν ἄγοντα τὸν Ῥωμύλον, ἄφνω δὲ θαυμαστὰ καὶ κρείττονα λόγου περὶ τὸν ἀέρα πάθη γενέσθαι καὶ μεταβολὰς ἀπίστους· τοῦ μὲν γὰρ ἡλίου τὸ φῶς ἐκλιπεῖν, νύκτα δὲ κατασχεῖν οὐ πρᾳεῖαν οὐδʼ ἥσυχον, ἀλλὰ βροντάς τε δεινὰς καὶ πνοὰς ἀνέμων ζάλην ἐλαυνόντων πανταχόθεν ἔχουσαν·
27.7
ἐν δὲ τούτῳ τὸν μὲν πολὺν ὄχλον σκεδασθέντα φυγεῖν, τοὺς δὲ δυνατοὺς συστραφῆναι μετʼ ἀλλήλων· ἐπεὶ δʼ ἔληξεν ἡ ταραχὴ καὶ τὸ φῶς ἐξέλαμψε, καὶ τῶν πολλῶν εἰς ταὐτὸ πάλιν συνερχομένων ζήτησις ἦν τοῦ βασιλέως καὶ πόθος, οὐκ ἐᾶν τοὺς δυνατοὺς ἐξετάζειν οὐδὲ πολυπραγμονεῖν, ἀλλὰ τιμᾶν παρακελεύεσθαι πᾶσι καὶ σέβεσθαι Ῥωμύλον, ὡς ἀνηρπασμένον εἰς θεοὺς καὶ θεὸν εὐμενῆ γενησόμενον αὐτοῖς ἐκ χρηστοῦ βασιλέως.
27.8
τοὺς μὲν οὖν πολλοὺς ταῦτα πειθομένους καὶ χαίροντας ἀπαλλάττεσθαι, μετʼ ἐλπίδων ἀγαθῶν προσκυνοῦντας· εἶναι δέ τινας οἳ τὸ πρᾶγμα πικρῶς καὶ δυσμενῶς ἐξελέγχοντες ἐτάραττον τοὺς πατρικίους καὶ διέβαλλον, ὡς ἀβέλτερα τὸν δῆμον ἀναπείθοντας, αὐτοὺς δὲ τοῦ βασιλέως αὐτόχειρας ὄντας.
28.1
οὕτως οὖνοὕτως οὖν Coraës, following Stephanus and C, has οὕτως οὖν ταραττομένων (while such disorder prevailed). ἄνδρα τῶν πατρικίων γένει πρῶτον ἤθει τε δοκιμώτατον αὐτῷ τε Ῥωμύλῳ πιστὸν καὶ συνήθη, τῶν ἀπʼ Ἄλβης ἐποίκων, Ἰούλιον Πρόκλον, εἰς ἀγορὰν παρελθόνταπροελθόντα MSS., Coraës, Sintenis1: παρελθόντα. καὶ τῶν ἁγιωτάτων ἔνορκον ἱερῶν ἁψάμενον εἰπεῖν ἐν πᾶσιν, ὡς ὁδὸν αὐτῷ βαδίζοντι Ῥωμύλος ἐξ ἐναντίας προσιὼν φανείη, καλὸς μὲν ὀφθῆναι καὶ μέγας ὡς οὔποτε πρόσθεν, ὅπλοις δὲ λαμπροῖς καὶ φλέγουσι κεκοσμημένος.