Thesauros Literature biography Ῥωμύλος

Ῥωμύλος

Ῥωμύλος Plutarch
28.2 αὐτὸς μὲν οὖν ἐκπλαγεὶς πρὸς τὴν ὄψιν ὦ βασιλεῦ, φάναι, τί δὴ παθὼν ἢ διανοηθείς, ἡμᾶς μὲν ἐν αἰτίαις πεποίηκας ἀδίκοις καὶ πονηραῖς, πᾶσαν δὲ τὴν πόλιν ὀρφανὴν ἐν μυρίῳ πένθει προλέλοιπας; ἐκεῖνον δʼ ἀποκρίνασθαι· θεοῖς ἔδοξεν ὦ Πρόκλε τοσοῦτον ἡμᾶς γενέσθαι μετʼ ἀνθρώπων χρόνον, ἐκεῖθεν ὄντας,ἐκεῖθεν ὄντας MSS., Coraës, Sintenis1, and Bekker; Sintenis2 transposes to follow οὐρανόν. καὶ πόλιν ἐπʼ ἀρχῇ καὶ δόξῃ μεγίστῃ κτίσαντας, αὖθις οἰκεῖν οὐρανόν. ἀλλὰ χαῖρε καὶ φράζε Ῥωμαίοις, ὅτι σωφροσύνην μετʼ ἀνδρείας ἀσκοῦντες ἐπὶ πλεῖστον ἀνθρωπίνης ἀφίξονται δυνάμεως. ἐγὼ δʼ ὑμῖν εὐμενὴς ἔσομαι δαίμων Κυρῖνος.
28.3 ταῦτα πιστὰ μὲν εἶναι τοῖς Ῥωμαίοις ἐδόκει διὰ τὸν τρόπον τοῦ λέγοντος καὶ διὰ τὸν ὅρκον· οὐ μὴν ἀλλὰ καὶ δαιμόνιόν τι συνεφάψασθαι πάθος ὅμοιον ἐνθουσιασμῷ· μηδένα γὰρ ἀντειπεῖν, ἀλλὰ πᾶσαν ὑπόνοιαν καὶ διαβολὴν ἀφέντας εὔχεσθαι Κυρίνῳ καὶ θεοκλυτεῖν ἐκεῖνον.
28.4 ἔοικε μὲν οὖν ταῦτα τοῖς ὑφʼ Ἑλλήνων περί τʼ Ἀριστέου τοῦ Προικοννησίου καὶ Κλεομήδους τοῦ Ἀστυπαλαιέως μυθολογουμένοις. Ἀριστέαν μὲν γὰρ ἔν τινι κναφείῳ τελευτῆσαί φασι, καὶ τὸ σῶμα μετιόντων αὐτοῦ τῶν φίλων ἀφανὲς οἴχεσθαι· λέγειν δέ τινας εὐθὺς ἐξ ἀποδημίας ἥκοντας ἐντυχεῖν Ἀριστέᾳ τὴν ἐπὶ Κρότωνος πορευομένῳ. Κλεομήδη δὲ ῥώμῃ καὶ μεγέθει σώματος ὑπερφυᾶ γενόμενον, ἔμπληκτόν τε τῷ τρόπῳ καὶ μανικὸν ὄντα, πολλὰ δρᾶν βίαια, καὶ τέλος ἔν τινι διδασκαλείῳ παίδων τὸν ὑπερείδοντα τὴν ὀροφὴν κίονα πατάξαντα τῇ χειρὶ κλάσαι μέσον καὶ τὴν στέγην καταβαλεῖν.
28.5 ἀπολομένων δὲ τῶν παίδων διωκόμενον, εἰς κιβωτὸν καταφυγεῖν μεγάλην καὶ τὸ πῶμα κατακλείσαντα συνέχειν ἐντός, ὥστʼ ἀποσπάσαι μὴ δύνασθαι πολλοὺς ὁμοῦ βιαζομένους· κατασχίσαντας δὲ τὴν κιβωτόν, οὔτε ζῶντα τὸν ἄνθρωπον εὑρεῖν οὔτε νεκρόν. ἐκπλαγέντας οὖν ἀποστεῖλαι θεοπρόπους εἰς Δελφούς, οἷς τὴν Πυθίαν εἰπεῖν ἔσχατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς.
28.6 λέγεται δὲ καὶ τὸν Ἀλκμήνης ἐκκομιζομένης νεκρὸν ἄδηλον γενέσθαι, λίθον δὲ φανῆναι κείμενον ἐπὶ τῆς κλίνης, καὶ ὅλως πολλὰ τοιαῦτα μυθολογοῦσι, παρὰ τὸ εἰκὸς ἐκθειάζοντες τὰ θνητὰ τῆς φύσεως ἅμα τοῖς θείοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme