29.2
ἱερὸν μὲν οὖν αὐτοῦ κατεσκευασμένον ἐστὶν ἐν τῷ λόφῳ τῷ Κυρίνᾳ προσαγορευομένῳ διʼ ἐκεῖνον· ᾗ δʼ ἡμέρᾳ μετήλλαξεν, ὄχλου φυγὴ καλεῖται καὶ νῶναι Καπρατῖναι διὰ τὸ θύειν εἰς τὸ τῆς αἰγὸς ἕλος ἐκ πόλεως κατιόντας· τὴν γὰρ αἶγα κάπραν ὀνομάζουσιν. ἐξιόντες δὲ πρὸς τὴν θυσίαν πολλὰ τῶν ἐπιχωρίων ὀνομάτων φθέγγονται μετὰ βοῆς, οἷον Μάρκου, Λουκίου, Γαΐου, μιμούμενοι τὴν τότε τροπὴν καὶ ἀνάκλησιν ἀλλήλων μετὰ δέους καὶ ταραχῆς.
29.3
ἔνιοι μέντοι τὸ μίμημα τοῦτό φασι μὴ φυγῆς, ἀλλʼ ἐπείξεως εἶναι καὶ σπουδῆς, εἰς αἰτίαν τοιαύτην ἀναφέροντες τὸν λόγον. ἐπεὶ Κελτοὶ τὴν Ῥώμην καταλαβόντες ἐξεκρούσθησαν ὑπὸ Καμίλλου, καὶ διʼ ἀσθένειαν ἡ πόλις οὐκέτι ῥᾳδίως ἑαυτὴν ἀνελάμβανεν, ἐστράτευσαν ἐπʼ αὐτὴν πολλοὶ τῶν Λατίνων, ἄρχοντα Λίβιον Ποστούμιον ἔχοντες. οὗτος δὲ καθίσας τὸν στρατὸν οὐ πρόσω τῆς Ῥώμης ἔπεμπε κήρυκα, βούλεσθαι λέγων τοὺς Λατίνους ἐκλιποῦσαν ἤδη τὴν παλαιὰν οἰκειότητα καὶ συγγένειαν ἐκζωπυρῆσαι, καιναῖς αὖθις ἀνακραθέντων ἐπιγαμίαις τῶν γενῶν.
29.4
ἂν οὖν πέμψωσι παρθένους τε συχνὰς καὶ γυναικῶν τὰς ἀνάνδρους, εἰρήνην ἔσεσθαι καὶ φιλίαν αὐτοῖς, ὡς ὑπῆρξε πρὸς Σαβίνους πρότερον ἐκ τῶν ὁμοίων. ταῦτʼ ἀκούσαντες οἱ Ῥωμαῖοι τόν τε πόλεμον ἐφοβοῦντο, καὶ τὴν παράδοσιν τῶν γυναικῶν οὐδὲν αἰχμαλωσίας ἐπιεικέστερον ἔχειν ἐνόμιζον. ἀποροῦσι δʼ αὐτοῖς θεράπαινα Φιλωτίς, ὡς δʼ ἔνιοι λέγουσι Τουτόλα καλουμένη, συνεβούλευσε μηδέτερα ποιεῖν, ἀλλὰ χρησαμένους δόλῳ διαφυγεῖν ἅμα τὸν πόλεμον καὶ τὴν ἐξομήρευσιν.
29.5
ἦν δʼ ὁ δόλος, αὐτήν τε τὴν Φιλωτίδα καὶ σὺν αὐτῇ θεραπαινίδας εὐπρεπεῖς κοσμήσαντας ὡς ἐλευθέρας ἀποστεῖλαι πρὸς τοὺς πολεμίους· εἶτα νύκτωρ τὴν Φιλωτίδα πυρσὸν ἆραι, τοὺς δὲ Ῥωμαίους ἐπελθεῖν μετὰ τῶν ὅπλων καὶ χρήσασθαι κοιμωμένοις τοῖς πολεμίοις. ταῦτα δʼ ἐδρᾶτο πεισθέντων τῶν Λατίνων, καὶ τὸν πυρσὸν ἀνέσχεν ἡ Φιλωτὶς ἔκ τινος ἐρινεοῦ, περισχοῦσα προκαλύμμασι καὶ παραπετάσμασιν ὄπισθεν, ὥστε τοῖς πολεμίοις ἀόρατον εἶναι τὸ φῶς, τοῖς δὲ Ῥωμαίοις κατάδηλον.