Thesauros Literature biography Θησέως καὶ Ῥωμύλου σύγκρισις

Θησέως καὶ Ῥωμύλου σύγκρισις

Θησέως καὶ Ῥωμύλου σύγκρισις Plutarch
1.5 ὥστʼ ἔμοιγε φαίνεται μὴ κακῶς ὁρίζεσθαι τοὺς φιλοσόφους τὸν ἔρωτα θεῶν ὑπηρεσίαν πρὸς ἐπιμέλειαν καὶ σωτηρίαν νέων. ὁ γὰρ Ἀριάδνης ἔρως παντὸς μᾶλλον ἔοικεν ἔργον θεοῦ καὶ μηχανὴ γενέσθαι σωτηρίας ἕνεκα τοῦ ἀνδρός, καὶ οὐκ ἄξιον αἰτιᾶσθαι τὴν ἐρασθεῖσαν, ἀλλὰ θαυμάζειν εἰ μὴ πάντες οὕτω καὶ πᾶσαι διετέθησαν· εἰ δʼ ἐκείνη μόνη τοῦτʼ ἔπαθεν, εἰκότως ἔγωγε φαίην ἂν αὐτὴν ἀξιέραστον θεῷ γεγονέναι, φιλόκαλον καὶ φιλάγαθον καὶ τῶν ἀρίστων ἐρωτικὴν οὖσαν.
2.1 ἀμφοτέρων τοίνυν τῇ φύσει πολιτικῶν γεγονότων, οὐδέτερος διεφύλαξε τὸν βασιλικὸν τρόπον ἐξέστη δὲ καὶ μετέβαλε μεταβολὴν ὁ μὲν δημοτικήν, ὁ δὲ τυραννικήν, ταὐτὸν ἀπʼ ἐναντίων παθῶν ἁμαρτόντες. δεῖ γὰρ τὸν ἄρχοντα σῴζειν πρῶτον αὐτὴν τὴν ἀρχήν σῴζεται δʼ οὐχ ἧττον ἀπεχομένη τοῦ μὴ προσήκοντος ἢ περιεχομένη τοῦ προσήκοντος.
2.2 ὁ δʼ ἐνδιδοὺς ἢ ἐπιτείνων οὐ μένει βασιλεὺς οὐδὲ ἄρχων, ἀλλʼ ἢ δημαγωγὸς ἢ δεσπότης γιγνόμενος, ἐμποιεῖ τὸ μισεῖν ἢ καταφρονεῖν τοῖς ἀρχομένοις. οὐ μὴν ἀλλʼ ἐκεῖνο μὲν ἐπιεικείας δοκεῖ καὶ φιλανθρωπίας εἶναι, τοῦτο δὲ φιλαυτίας ἁμάρτημα καὶ χαλεπότητος.
3.1 εἰ δὲ δεῖ καὶ τὰ δυστυχηθέντα μὴ παντάπασι ποιεῖσθαι δαίμονος, ἀλλʼ ἠθικὰς καὶ παθητικὰς ζητεῖν ἐν αὐτοῖς διαφοράς, θυμοῦ μὲν ἀλογίστου καὶ τάχος ἐχούσης ἄβουλον ὀργῆς μήτε τις ἐκεῖνον ἐν τοῖς πρὸς τὸν ἀδελφὸν ἀπολυέτω μήτε τοῦτον ἐν τοῖς πρὸς τὸν υἱόν ἡ δὲ κινήσασα τὸν θυμὸν ἀρχὴ μᾶλλον παραιτεῖται τὸν ὑπὸ μείζονος αἰτίας ὥσπερ ὑπὸ πληγῆς χαλεπωτέρας ἀνατραπέντα.
3.2 Ῥωμύλῳ μὲν γὰρ ἐκ βουλῆς καὶ σκέψεως περὶ κοινῶν συμφερόντων διαφορᾶς γενομένης οὐκ ἄν ἠξίωσέ τις ἄφνω τὴν διάνοιαν ἐν τηλικούτῳ πάθει γενέσθαι· Θησέα δὲ πρὸς τὸν υἱόν, ἃ πάμπαν ὀλίγοι τῶν ὄντων διαπεφεύγασιν, ἔρως καὶ ζηλοτυπία καὶ διαβολαὶ γυναικὸς ἔσφηλαν. ὃ δὲ μεῖζόν ἐστιν, ὁ μὲν Ῥωμύλου θυμὸς εἰς ἔργον ἐξέπεσε καὶ πρᾶξιν οὐκ εὐτυχὲς ἔχουσαν τέλος, ἡ δὲ Θησέως ὀργὴ μέχρι λόγου καὶ βλασφημίας καὶ κατάρας πρεσβυτικῆς προῆλθε, τὰ δʼ ἄλλα φαίνεται τῇ τύχῃ χρήσασθαι τὸ μειράκιον. ὥστε ταύτας μὲν ἄν τις ἀποδοίη τῷ Θησεῖ τὰς ψήφους·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme