Thesauros Literature biography Θησέως καὶ Ῥωμύλου σύγκρισις

Θησέως καὶ Ῥωμύλου σύγκρισις

Θησέως καὶ Ῥωμύλου σύγκρισις Plutarch
4.1 ἐκείνῳ δὲ πρῶτον μὲν ὑπάρχει μέγα τὸ μικροτάτας λαβεῖν ἀρχὰς ἐπὶ τὰ πράγματα. δοῦλοι γὰρ δὴ καὶ συφορβῶν παῖδες ὀνομαζόμενοι, πρὶν ἐλεύθεροι γενέσθαι, πάντας ὀλίγου δεῖν ἠλευθέρωσαν Λατίνους, ἑνὶ χρόνῳ τῶν καλλίστων ὀνομάτων ἅμα τυχόντες, φονεῖς ἐχθρῶν καὶ σωτῆρες οἰκείων καὶ βασιλεῖς ἐθνῶν καὶ οἰκισταὶ πόλεων, οὐ μετοικισταὶ, καθάπερ ἦν ὁ Θησεύς, ἐκ πολλῶν συντιθεὶς καὶ συνοικοδομῶν ἓν οἰκητήριον, ἀναιρῶν δὲ πολλὰς πόλεις ἐπωνύμους βασιλέων καὶ ἡρώων παλαιῶν.
4.2 Ῥωμύλος δὲ ταῦτα μὲν ὕστερον ἔδρα, τοὺς πολεμίους ἀναγκάζων τὰ οἰκεῖα καταβάλλοντας καὶ ἀφανίζοντας τοῖς νενικηκόσι προσνέμεσθαι· τὸ δὲ πρῶτον οὐ μετατιθεὶς οὐδʼ αὔξων τὴν ὑπάρχουσαν, ἀλλὰ ποιῶν ἐξ οὐχ ὑπαρχόντων καὶ κτώμενος ἑαυτῷ χώραν ὁμοῦ, πατρίδα, βασιλείαν, γένη, γάμους, οἰκειότητας, ἀνῄρει μὲν οὐδένα οὐδὲ ἀπώλλυεν, εὐεργέτει δὲ τοὺς ἐξ ἀοίκων καὶ ἀνεστίων δῆμον ἐθέλοντας εἶναι καὶ πολίτας, λῃστὰς δὲ καὶ κακούργους οὐκ ἀπέκτεινεν, ἀλλʼ ἔθνη προσηγάγετο πολέμῳ καὶ πόλεις κατεστρέψατο καὶ βασιλεῖς ἐθριάμβευσε καὶ ἡγεμόνας.
5.1 καὶ τὸ μὲν Ῥώμου πάθος ἀμφισβητούμενον ἔχει τὸν αὐτόχειρα, καὶ τὸ πλεῖστον εἰς ἑτέρους τῆς αἰτίας τρέπουσι· τὴν δὲ μητέρα διολλυμένην ἔσωσε περιφανῶς, καὶ τὸν πάππον ἀκλεῶς δουλεύοντα καὶ ἀτίμως εἰς τὸν Αἰνείου θρόνον ἐκάθισε, καὶ πολλὰ μὲν ἑκὼν εὐεργέτησεν, ἔβλαψε δὲ αὐτὸν οὐδὲ ἄκων.
5.2 τὴν δὲ Θησέως λήθην καὶ ἀμέλειαν τῆς περὶ τὸ ἱστίον ἐντολῆς μόλις ἂν οἶμαι μακρᾷ τινι παραιτήσει καὶ ἐν ῥᾳθύμοις δικασταῖς αἰτίαν ἀποφυγεῖν πατροκτονίας· ὃ δὴ καὶ συνιδών τις Ἀττικὸς ἀνὴρ ὡς παγχάλεπόν ἐστι βουλομένοις ἀπολογεῖσθαι, πλάττει τὸν Αἰγέα τῆς νεὼς προσφερομένης ὑπὸ σπουδῆς ἀνατρέχοντα πρὸς τὴν ἀκρόπολιν θέας ἕνεκα καὶ σφαλλόμενον καταπεσεῖν, ὥσπερ ὀπαδῶν ἔρημον, ἢ τὴν ἐπὶ θάλατταν ὁδὸν σπεύδοντι μὴ παρούσης τινὸς θεραπείας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme