Thesauros Literature biography Θησέως καὶ Ῥωμύλου σύγκρισις

Θησέως καὶ Ῥωμύλου σύγκρισις

Θησέως καὶ Ῥωμύλου σύγκρισις Plutarch
6.5 ἡ μέντοι μήτηρ ἡ Θησέως οὐκ ἐκινδύνευσεν, ἀλλʼ ἔπαθε τὰ τῆς Ἑκάβης, ἐγκαταλιπόντος καὶ προεμένου τοῦ παιδός, εἴγε μὴ πέπλασται τὰ τῆς αἰχμαλωσίας, ὡς ἔδει γε καὶ τοῦτο ψεῦδος εἶναι καὶ τὰ πλεῖστα τῶν ἄλλων, ἐπεὶ καὶ τὰ περὶ τοῦ θείου μυθολογούμενα πολλὴν ποιεῖ διαφοράν. Ῥωμύλῳ μὲν γὰρ ἡ σωτηρία μετὰ πολλῆς ὑπῆρξε θεῶν εὐμενείας, ὁ δʼ Αἰγεῖ δοθεὶς χρησμός, ἀπέχεσθαι γυναικὸς ἐπὶ ξένης, ἔοικεν ἀποφαίνειν παρὰ γνώμην θεῶν γεγονέναι τὴν Θησέως τέκνωσιν.
← Previous 5 / 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme