Thesauros Literature biography Λυκοῦργος

Λυκοῦργος

Λυκοῦργος Plutarch
29.6 καὶ οὐ διεψεύσθη τῶν λογισμῶν τοσοῦτον ἐπρώτευσεν ἡ πόλις τῆς Ἑλλάδος εὐνομίᾳ, καὶ δόξῃ, χρόνον ἐτῶν πεντακοσίων τοῖς Λυκούργου χρησαμένη νόμοις, οὓς δεκατεσσάρων βασιλέων μετʼ ἐκεῖνον εἰς Ἆγιν τὸν Ἀρχιδάμου γενομένων οὐδεὶς ἐκίνησεν. ἡ γάρ τῶν ἐφόρων κατάστασις οὐκ ἄνεσις ἦν, ἀλλʼ ἐπίτασις τῆς πολιτείας, καὶ δοκοῦσα πρὸς τοῦ δήμου γεγονέναι σφοδροτέραν ἐποίησε τὴν ἀριστοκρατίαν.
30.1 Ἄγιδος δὲ βασιλεύοντος εἰσερρύη νόμισμα πρῶτον εἰς τὴν Σπάρτην, καὶ μετὰ τοῦ νομίσματος πλεονεξία καὶ πλούτου ζῆλος ἐπέβη διὰ Λύσανδρον, ὃς αὐτὸς ὢν ἀνάλωτος ὑπὸ χρημάτων, ἐνέπλησε τὴν πατρίδα φιλοπλουτίας καὶ τρυφῆς, χρυσὸν καὶ ἄργυρον ἐκ τοῦ πολέμου καταγαγὼν καὶ τοὺς Λυκούργου καταπολιτευσάμενος νόμους.
30.2 ὧν ἐπικρατούντων πρότερον οὐ πόλεως ἡ Σπάρτη πολιτείαν, ἀλλʼ ἀνδρὸς ἀσκητοῦ καὶ σοφοῦ βίον ἔχουσα, μᾶλλον δʼ, ὥσπερ οἱ ποιηταὶ τὸν Ἡρακλέα μυθολογοῦσι δέρμα καὶ ξύλον ἔχοντα τὴν οἰκουμένην ἐπιπορεύεσθαι, κολάζοντα τοὺς παρανόμους καὶ θηριώδεις τυράννους, οὕτως ἡ πόλις ἀπὸ σκυτάλης μιᾶς καὶ τρίβωνος ἄρχουσα τῆς Ἑλλάδος ἑκούσης καὶ βουλομένης, κατέλυε τὰς ἀδίκους δυναστείας καὶ τυραννίδας ἐν τοῖς πολιτεύμασι, καὶ πολέμους ἐβράβευε καὶ στάσεις κατέπαυε, πολλάκις οὐδʼ ἀσπίδα κινήσασα μίαν, ἀλλʼ ἕνα πέμψασα πρεσβευτήν, ᾧ πάντες εὐθὺς ἐποίουν τὸ προστασσόμενον, ὥσπερ αἱ μέλισσαι φανέντος ἡγεμόνος, συντρέχοντες καὶ κατακοσμούμενοι. τοσοῦτον περιῆν εὐνομίας τῇ πόλει καὶ δικαιοσύνης.
30.3 ὅθεν ἔγωγε θαυμάζω τῶν λεγόντων ὡς ἄρχεσθαι μὲν ᾔδεσαν, ἄρχειν δὲ οὐκ ἠπίσταντο Λακεδαιμόνιοι, καὶ τὸν Θεοπόμπου τοῦ βασιλέως ἐπαινούντων λόγον, ὅς, εἰπόντος τινὸς σώζεσθαι τὴν Σπάρτην διὰ τοὺς βασιλεῖς ἀρχικοὺς γεγονότας, μᾶλλον, εἶπε, διὰ τοὺς πολίτας πειθαρχικοὺς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme