Thesauros Literature biography Λυκοῦργος

Λυκοῦργος

Λυκοῦργος Plutarch
30.4 ὄντας· οὐ γὰρ ἀκούειν ὑπομένουσι τῶν προστατεῖν μὴ δυναμένων, ἀλλʼ ἡ πειθαρχία μάθημα μέν ἐστιν τοῦ ἄρχοντος τοῦ ἄρχοντος with S: ἄρχοντος. ἐμποιεῖ γάρ ὁ καλῶς ἄγων τὸ καλῶς ἕπεσθαι· καὶ καθάπερ ἱππικῆς τέχνης ἀποτέλεσμα πρᾷον ἵππον καὶ πειθήνιον παρασχεῖν, οὕτω βασιλικῆς ἐπιστήμης ἔργον ἀνθρώποις εὐπείθειαν ἐνεργάσασθαι, Λακεδαιμόνιοι δὲ οὐκ εὐπείθειαν, ἀλλʼ ἐπιθυμίαν ἐνειργάζοντο τοῖς ἄλλοις τοῦ ἄρχεσθαι καὶ ὑπακούειν αὐτοῖς.
30.5 ᾔτουν γάρ οὐ ναῦς οὐδὲ χρήματα παρʼ αὐτῶν οὐδὲ ὁπλίτας πέμποντες, ἀλλὰ ἕνα Σπαρτιάτην ἡγεμόνα· καὶ λαβόντες ἐχρῶντο μετὰ τιμῆς καὶ δέους, ὥσπερ Γυλίππῳ Σικελιῶται καὶ Βρασίδᾳ Χαλκιδεῖς, Λυσάνδρῳ δὲ καὶ Καλλικρατίδᾳ καὶ Ἀγησιλάῳ πάντες οἱ τὴν Ἀσίαν οἰκοῦντες Ἕλληνες, τοὺς μὲν ἄνδρας ἁρμοστὰς καὶ σωφρονιστὰς τῶν ἑκασταχοῦ δήμων καὶ ἀρχόντων ὀνομάζοντες, πρὸς δὲ σύμπασαν τὴν τῶν Σπαρτιατῶν πόλιν ὥσπερ παιδαγωγὸν ἢ διδάσκαλον εὐσχήμονος βίου καὶ τεταγμένης πολιτείας ἀποβλέποντες.
30.6 εἰς ὃ καὶ Στρατόνικος ἐπισκῶψαι δοκεῖ, μετὰ παιδιᾶς νομοθετῶν καὶ κελεύων Ἀθηναίους ἄγειν μυστήρια καὶ πομπάς, Ἠλείους δὲ ἀγωνοθετεῖν, ὡς κάλλιστα τοῦτο ποιοῦντας, Λακεδαιμονίους δέ, ἂν ἁμαρτάνωσιν οὗτοι, δέρεσθαι. καὶ τοῦτο μὲν εἴρηται χάριν τοῦ γελοίου· Ἀντισθένης δὲ ὁ Σωκρατικὸς ἀπὸ τῆς ἐν Λεύκτροις μάχης ὁρῶν τοὺς Θηβαίους μέγα φρονοῦντας, οὐδὲν αὐτοὺς ἔφη διαφέρειν παιδαρίων ἐπὶ τῷ συγκόψαι τὸν παιδαγωγὸν γαυριώντων.
31.1 οὐ μὴν τοῦτό γε τῷ Λυκούργῳ κεφάλαιον ἦν τότε, πλείστων ἡγουμένην ἀπολιπεῖν τὴν πόλιν ἀλλʼ ὥσπερ ἑνὸς ἀνδρὸς βίῳ καὶ πόλεως ὅλης νομίζων εὐδαιμονίαν ἀπʼ· ἀρετῆς ἐγγίνεσθαι καὶ ὁμονοίας τῆς πρὸς αὑτήν, πρὸς τοῦτο συνέταξε καὶ συνήρμοσεν, ὅπως ἐλευθέριοι καὶ αὐτάρκεις γενόμενοι καὶ σωφρονοῦντες ἐπὶ πλεῖστον χρόνον διατελῶσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme