8.8
ἀλλʼ ἐν ἑκατὸν ἑβδομήκοντα τοῖς πρώτοις ἔτεσι ναοὺς μὲν οἰκοδομού μεν οι καὶ καλιάδας ἱερὰς ἱστῶντες, ἄγαλμα δὲ οὐδὲν ἔμμορφον ποιούμενοι διετέλουν, ὡς οὔτε ὅσιον ἀφομοιοῦν τὰ βελτίονα τοῖς χείροσιν οὔτε ἐφάπτεσθαι θεοῦ δυνατὸν ἄλλως ἢ νοήσει, κομιδῆ δὲ καὶ τὰ τῶν θυσιῶν ἔχεται τῆς Πυθαγορικῆς ἁγιστείας· ἀναίμακτοι γάρ ἦσαν αἵ γε πολλαί, διʼ ἀλφίτου καὶ σπονδῆς καὶ τῶν εὐτελεστάτων πεποιημέναι.
8.9
χωρὶς δὲ τούτων ἑτέροις ἔξωθεν ἐπαγωνίζονται τεκμηρίοις οἱ τὸν ἄνδρα τῷ ἀνδρὶ συνοικειοῦντες. ὧν ἓν μέν ἐστιν ὅτι Πυθαγόραν Ῥωμαῖοι τῇ πολιτείᾳ προσέγραψαν, ὡς ἱστόρηκεν Ἐπίχαρμος ὁ κωμικὸς ἔν τινὶ λόγῳ πρὸς Ἀντήνορα γεγραμμένῳ, παλαιὸς ἀνήρ καὶ τῆς Πυθαγορικῆς διατριβῆς μετεσχηκώς ἕτερον δὲ ὅτι τεσσάρων υἱῶν βασιλεῖ Νομᾷ γενομένων ἕνα Μάμερκον ἐπὶ τῷ Πυθαγόρου παιδὶ προσηγόρευσεν.
8.10
ἀπʼ ἐκείνου δὲ καὶ τὸν Αἰ μιλίων οἶκον ἀναμιχθέντα τοῖς πατρικίοις ὀνομασθῆναί φασιν, οὕτως ὑποκοριζομένου τοῦ βασιλέως τὴν ἐν τοῖς λόγοις τοῦ ἀνδρὸς αἱμυλίαν καὶ χάριν, αὐτοὶ δ’ ἀκηκόαμεν πολλῶν ἐν Ῥώμῃ διεξιόντων ὅτι χρησμοῦ ποτε Ῥωμαίοις γενομένου τὸν φρονιμώτατον καὶ τὸν ἀνδρειότατον Ἑλλήνων ἱδρύσασθαι παρʼ αὑτοῖς, ἔστησαν ἐπὶ τῆς ἀγορᾶς εἰκόνας χαλκᾶς δύο, τὴν μὲν Ἀλκιβιάδου, τὴν δὲ Πυθαγόρου. ταῦτα μὲν οὖν ἀμφισβητήσεις ἔχοντα πολλὰς καὶ τὸ κινεῖν διὰ μακροτέρων καὶ τὸ πιστοῦσθαι πιστοῦσθαι a correction of Reiske’s, accepted by Coraës and Bekker: πιστεύσθαι (believe). μειρακιώδους ἔστι φιλονεικίας.
9.1
Νομᾷ δὲ καὶ τὴν τῶν ἀρχιερέων, οὓς Ποντίφικας καλοῦσι, διάταξιν καὶ κατάστασιν ἀποδιδόασι, καί φασιν αὐτὸν ἕνα τούτων τὸν πρῶτον γεγονέναι. κεκλῆσθαι δὲ τοὺς Ποντίφικας οἱ μὲν ὅτι τοὺς θεοὺς θεραπεύουσι δυνατοὺς καὶ κυρίους ἁπάντων ὄντας· ὁ γάρ δυνατὸς ὑπὸ Ῥωμαίων ὀνομάζεται πότηνς·