2.2
ἐξαίφνης δὲ μεγάλης περὶ τὸν ἀέρα τροπῆς γενομένης καὶ νέφους ἐπὶ τὴν γῆν ἐρείσαντος ἅμα πνεύματι καὶ ζάλῃ, τὸν μὲν ἄλλον ὅμιλον ἐκπλαγέντα συνέβη φυγεῖν καὶ σκεδασθῆναι, τὸν δὲ Ῥωμύλον ἀφανῆ γενέσθαι, καὶ μήτε αὐτὸν ἔτι μήτε σῶμα τεθνηκότος εὑρεθῆναι, χαλεπὴν δὲ τινʼ ὑπόνοιαν ἅψασθαι τῶν πατρικίων, καὶ ῥυῆναι λόγον ἐν τῷ δήμῳ κατʼ αὑτῶν ὡς πάλαι βαρυνόμενοι τὸ βασιλεύεσθαι καὶ μεταστῆσαι τὸ κράτος εἰς αὑτοὺς θέλοντες ἀνέλοιεν τὸν βασιλέα, καὶ γάρ ἐδόκει τραχύτερον ἤδη προσφέρεσθαι καὶ μοναρχικώτερον αὐτοῖς.
2.3
ἀλλὰ ταύτην μὲν τὴν ὑποψίαν ἐθεράπευον εἰς θεῶν τιμὰς ἀνάγοντες ὡς οὐ τεθνηκότα τὸν Ῥωμύλον, ἀλλὰ κρείττονος ὄντα μοίρας· καὶ Πρόκλος, ἀνὴρ ἐπιφανής, διωμόσατο Ῥωμύλον ἰδεῖν εἰς οὐρανὸν σὺν τοῖς ὅπλοις ἀναφερόμενον, καὶ φωνῆς ἀκοῦσαι κελεύοντος αὐτὸν ὀνομάζεσθαι Κυρῖνον.
2.4
ἑτέρα δὲ ταραχὴ καὶ στάσις κατελάμβανε τὴν πόλιν ὑπὲρ τοῦ μέλλοντος ἀποδειχθήσεσθαι βασιλέως, οὔπω τῶν ἐπηλύδων κομιδῇ τοῖς πρώτοις συγκεκραμένων πολίταις, ἀλλʼ ἔτι τοῦ τε δήμου πολλὰ κυμαίνοντος ἐν ἑαυτῷ καὶ τῶν πατρικίων ἐν ὑποψίαις ἐκ τοῦ διαφόρου πρὸς ἀλλήλους ὄντων, οὐ μὴν ἀλλὰ βασιλεύεσθαι μὲν ἐδόκει πᾶσιν, ἤρισαν δὲ καὶ διέστησαν οὐχ ὑπὲρ ἀνδρὸς μόνον, ἀλλὰ καὶ γένους, ὁπότερον παρέξει τὸν ἡγεμόνα, καὶ γάρ οἱ μετὰ Ῥωμύλου·
2.5
πρῶτοι συνοικίσαντες τὴν πόλιν οὐκ ἀνασχετὸν ἐποιοῦντο πόλεως καὶ χώρας τοὺς Σαβίνους μεταλαβόντας ἄρχειν βιάζεσθαι τῶν ἐπὶ ταῦτα δεξαμένων, καὶ τοῖς Σαβίνοις ἦν τις εὐγνώμων λόγος, ἐπεὶ Τατίου τοῦ βασιλέως αὑτῶν ἀποθανόντος οὐκ ἐστασίασαν πρὸς Ῥωμύλον, ἀλλʼ εἴασαν ἄρχειν μόνον, αὖθις ἀξιούντων τὸν ἄρχοντα γενέσθαι παρʼ αὑτῶν, οὔτε γάρ ἐκ ταπεινοτέρων κρείττοσι προσγενέσθαι, καὶ προσγενόμενοι πλήθει τε ῥῶσαι καὶ προαγαγεῖν εἰς ἀξίωμα πόλεως ἐκείνους μεθʼ ἑαυτῶν, ὑπὲρ μὲν οὖν τούτων ἐστασίαζον.