Thesauros Literature biography Νομᾶς

Νομᾶς

Νομᾶς Plutarch
19.3 τῶν δ’ ἐφεξῆς τὸν μὲν Μάϊον καλοῦσιν ἀπὸ Μαίας· Ἑρμῇ γὰρ ἀνιέρωται τὸν δὲ Ἰούνιον ἀπὸ τῆς Ἥρας. εἰσὶ δέ τινες οἱ τούτους ἡλικίας ἐπωνύμους εἶναι λέγοντες πρεσβυτέρας καὶ νεωτέρας· μαϊώρεις γὰρ οἱ πρεσβύτεροι παρʼ αὐτοῖς, ἰουνιώρεις δὲ οἱ νεώτεροι καλοῦνται, τῶν δὲ λοιπῶν ἕκαστον ἀπὸ τῆς τάξεως, ὥσπερ ἀριθμοῦντες, ὠνόμαζον πέμπτον, ἕκτον, ἕβδομον, ὄγδοον, ἔνατον, δέκατον·
19.4 εἶτα ὁ πέμπτος ἀπὸ Καίσαρος τοῦ καταγωνισαμένου Πομπήϊον Ἰούλιος· ὁ δὲ ἕκτος Αὔγουστος ἀπὸ τοῦ δευτέρου μὲν ἄρξαντος, Σεβαστοῦ δὲ ἐπικληθέντος, ὠνομάσθη. τοὺς δὲ ἐφεξῆς ἐφεχῆς Bekker adds δύο. Δομετιανὸς εἰσεποίησε ταῖς αὑτοῦ προσωνυμίαις οὐ πολὺν χρόνον, ἀλλὰ τὰς αὑτῶν ἀναλαβόντες πάλιν ἐκείνου σφαγέντος ὁ μὲν ἕβδομος, ὁ δὲ ὄγδοος καλοῦνται, μόνοι δ’ οἱ τελευταῖοι δύο τὴν ἀπὸ τῆς τάξεως κλῆσιν, ὥσπερ ἔσχον ἐξ ἀρχῆς, διεφύλαξαν.
19.5 τῶν δὲ ὑπὸ Νομᾶ προστεθέντων ἢ μετατεθέντων ὁ μὲν Φεβρουάριος οἷον καθάρσιος ἄν τις εἴη· καὶ γάρ ἡ λέξις ἔγγιστα τοῦτο σημαίνει, καὶ τοῖς φθιτοῖς ἐναγίζουσι τότε καὶ τὴν τῶν Λουπερκαλίων ἑορτὴν εἰς τὰ πολλὰ καθαρμῷ προσεοικυῖαν τελοῦσιν ὁ δὲ πρῶτος Ἰανουάριος ἀπὸ τοῦ Ἰανοῦ, δοκεῖ δέ μοι τὸν Μάρτιον ὁ Νομᾶς ἐπώνυμον ὄντα τοῦ Ἄρεως ἐκ τῆς προεδρίας μεταστῆσαι, βουλόμενος ἐν παντὶ τῆς πολεμικῆς δυνάμεως προτιμᾶσθαι τὴν πολιτικήν.
19.6 ὁ γὰρ Ἰανὸς ἐν τοῖς πάνυ παλαιοῖς εἴτε δαίμων εἴτε βασιλεὺς γενόμενος πολιτικὸς καὶ κοινωνικὸς ἐκ τοῦ θηριώδους καὶ ἀγρίου λέγεται μεταβαλεῖν τὴν δίαιταν. καὶ διὰ τοῦτο πλάττουσιν αὐτὸν ἀμφιπρόσωπον, ὡς ἑτέραν ἐξ ἑτέρας τῷ βίῳ περιποιήσαντα τὴν μορφὴν καὶ διάθεσιν.
20.1 ἔστι δὲ αὐτοῦ καὶ νεὼς ἐν Ῥώμῃ δίθυρος, ὃν πολέμου πύλην καλοῦσι. νομίζεται γάρ ἀνεῷχθαι μὲν αὐτὸν ὅταν ᾖ πόλεμος, κεκλεῖσθαι δὲ εἰρήνης γενομένης, ὃ δὴ χαλεπὸν ἦν καὶ σπανίως γινόμενον, ἀεί τινι συνηρτημένης πολέμῳ τῆς ἡγεμονίας, διὰ μέγεθος τοῖς κύκλῳ περικεχυμένοις γένεσι βαρβάροις ἀντερειδούσης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme