20.7
ὡς μία κακῶν παῦλα καὶ λύσις ἀνθρώποις ἐστίν, ἔκ τινος τύχης θείας εἰς ταὐτὸ διανοίᾳ φιλοσόφῳ βασιλικὴν συμπεσοῦσαν δύναμιν ἐγκρατῆ καὶ ὑπερδέξιον τῆς κακίας τὴν ἀρετὴν καταστῆσαι. μακάριος μὲν γὰρ αὐτός ὁ σώφρων ὡς ἀληθῶς, μακάριοι δὲ οἱ συνήκοοι τῶν ἔκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων.
20.8
τάχα γὰρ οὐδὲ ἀνάγκης τινὸς δεῖ πρὸς τοὺς πολλοὺς οὐδὲ ἀπειλῆς, αὐτοὶ δὲ τὴν ἀρετὴν ἐν εὐδήλῳ παραδείγματι καὶ λαμπρῷ τῷ βίῳ τοῦ ἄρχοντος ὁρῶντες, ἑκουσίως σωφρονοῦσι καὶ συμμετασχηματίζονται πρὸς τὸν ἐν φιλίᾳ καὶ ὁμονοίᾳ τῇ πρὸς αὐτοὺς μετὰ δικαιοσύνης καὶ μετριότητος ἀμύμονα ἀμύμονα MSS. and edd.: ἀκύμονα (waveless, serene), after Wyttenbach. καὶ μακάριον βίον, ἐν ᾧ τὸ κάλλιστον ἁπάσης πολιτείας τέλος ἐστί, καὶ βασιλικώτατος ἁπάντων ὁ τοῦτον τὸν βίον καὶ ταύτην τὴν διάθεσιν τοῖς ὑπηκόοις ἐνεργάσασθαι δυνάμενος. ταῦτα μὲν οὖν Νομᾶς παντὸς μᾶλλον φαίνεται συνεωρακώς.
21.1
περὶ δὲ παίδων αὐτοῦ καὶ γάμων ἀντιλογίαι γεγόνασι τοῖς ἱστορικοῖς. οἱ μὲν γὰρ οὔτε γάμον ἄλλον ἢ τὸν Τατίας λαβεῖν αὐτὸν οὔτε παιδὸς ἑτέρου γενέσθαι πατέρα πλὴν μιᾶς θυγατρὸς Πομπιλίας λέγουσιν· οἱ δὲ πρὸς ταύτῃ τέσσαρας υἱοὺς ἀναγράφουσιν αὐτοῦ, Πόμπωνα, Πῖνον, Κάλπον, Μάμερκον, ὧν ἕκαστον οἴκου διαδοχὴν καὶ γένους ἐντίμου καταλιπεῖν.
21.2
εἶναι γάρ ἀπὸ μὲν τοῦ Πόμπωνος τοὺς Πομπωνίους, ἀπὸ δὲ Πίνου τοὺς Πιναρίους, ἀπὸ δὲ Κάλπου τοὺς Καλπουρνίους, ἀπὸ δὲ Μαμέρκου τοὺς Μαμερκίους, οἷς διὰ τοῦτο καὶ Ῥῆγας γενέσθαι παρωνύμιον, ὅπερ ἐστὶ βασιλέας, τρίτοι δέ εἰσιν οἱ τούτων μὲν κατηγοροῦντες ὡς χαριζομένων τοῖς γένεσι καὶ προστιθέντων οὐκ ἀληθῆ στέμματα τῆς ἀπὸ Νομᾶ διαδοχῆς, τὴν δὲ Πομπιλίαν οὐκ ἐκ Τατίας γεγονέναι λέγοντες, ἀλλʼ ἐξ ἑτέρας γυναικός, ἣν ἤδη βασιλεύων ἔγημε, Λουκρητίας·