5.3
τῷ βεβαιοτέρῳ διαφέρει τῶν ἀδήλων, ἀλλʼ οὐδὲ ἄδηλα τὰ τῆς βασιλείας τοῖς Ῥωμύλου τεκμαιρομένῳ παθήμασιν, ὡς πονηρὰν μὲν αὐτὸς ἔλαβε δόξαν ἐπιβουλεῦσαι τῷ συνάρχοντι Τατίῳ, πονηρὰν δὲ τοῖς ὁμοτίμοις περιεποίησεν ὡς ἀνῃρημένος ὑπʼ αὐτῶν, καίτοι Ῥωμύλον μὲν οὗτοι παῖδα θεῶν ὑμνοῦσι φήμαις, καὶ τροφήν τινα δαιμόνιον αὐτοῦ καὶ σωτηρίαν ἄπιστον ἔτι νηπίου λέγουσιν ἐμοὶ δὲ καὶ γένος θνητόν ἐστι καὶ τροφὴ καὶ παίδευσις ὑπʼ ἀνθρώπων ὧν οὐκ ἀγνοεῖτε γεγενημένη·
5.4
τὰ δ’ ἐπαινούμενα τοῦ τρόπου βασιλεύειν πόρρω μέλλοντος ἀνδρός, ἡσυχία τε πολλὴ καὶ διατριβὴ περὶ λόγους ἀπράγμονας, ὅ τε δεινὸς οὗτος καὶ σύντροφος εἰρήνης ἔρως καὶ πραγμάτων ἀπολέμων καὶ ἀνθρώπων ἐπὶ τιμῇ θεῶν καὶ φιλοφροσύναις εἰς τὸ αὐτὸ συνιόντων, τὰ δὲ ἄλλα καθʼ ἑαυτοὺς γεωργούντων ἢ νεμόντων.
5.5
ὑμῖν δέ, ὦ Ῥωμαῖοι, πολλοὺς μὲν ἴσως ἀβουλήτους ἀπολέλοιπε πολέμους Ῥωμύλος, οἷς ἀντερείδοντος ἡ πόλις ἐμπείρου δεῖται βασιλέως καὶ ἀκμάζοντος· πολλὴ δὲ καὶ συνήθεια καὶ προθυμία διʼ εὐτυχίαν γέγονε τῷ δήμῳ, καὶ οὐδένα λέληθεν αὔξεσθαι καὶ κρατεῖν ἑτέρων βουλόμενος, ὥστε καὶ γέλως ἂν εἴη τἀμά, θεραπεύοντος θεούς, καὶ δίκην τιμᾶν, βίαν δὲ καὶ πόλεμον ἐχθαίρειν διδάσκοντος πόλιν στρατηλάτου μᾶλλον ἢ βασιλέως δεομένην.
6.1
τοιούτοις λόγοις ἀφοσιουμένου τὴν βασιλείαν τοῦ ἀνδρός, οἵ τε Ῥωμαῖοι πᾶσαν ἐποιοῦντο σπουδὴν ἀντιβολοῦντες καὶ δεόμενοι μὴ σφᾶς αὖθις εἰς στάσιν ἐμβαλεῖν καὶ πόλεμον ἐμφύλιον, οὐκ ὄντος ἑτέρου πρὸς ὃν ἀμφότεραι συννεύσουσιν αἱ στάσεις, ὅ τε πατήρ καὶ ὁ Μάρκιος ἐκείνων μεταστάντων ἰδίᾳ προσκείμενοι τὸν Νομᾶν ἔπειθον δέχεσθαι μέγα καὶ θεῖον δῶρον.
6.2
εἰ δὲ αὐτὸς οὔτε πλούτου δέῃ διʼ αὐτάρκειαν οὔτε δόξαν ἀρχῆς καὶ δυναστείας ἐζήλωκας κρείσσονα τὴν ἀπʼ ἀρετῆς ἔχων, ἀλλʼ ὑπηρεσίαν γε θεοῦ τὸ βασιλεύειν ἡγούμενος, ὅς γε ἀνίστησι καὶ οὐκ ἐᾷ κεῖσθαι καὶ ἀργεῖν τὴν ἐν σοὶ τοσαύτην δικαιοσύνην, μὴ φεῦγε μηδὲ ἀποδίδρασκε τὴν ἀρχήν, ἀνδρὶ φρονίμῳ πράξεων καλῶν καὶ μεγάλων οὖσαν χώραν, ἐν ᾗ καὶ θεραπεῖαι θεῶν μεγαλοπρεπεῖς εἰσι καὶ πρὸς εὐσέβειαν ἀνθρώπων ἡμερώσεις ῥᾷστα καὶ τάχιστα μετακοσμουμένων ὑπὸ