Thesauros Literature biography Σόλωνος καὶ Ποπλικόλα σύγκρισις

Σόλωνος καὶ Ποπλικόλα σύγκρισις

Σόλωνος καὶ Ποπλικόλα σύγκρισις Plutarch
4.3 καίτοι φήσει τις ἐνταῦθα τὸν μὲν Σόλωνα προεμένοις ἀναλαβεῖν Ἀθηναίοις Σαλαμῖνα, τὸν δὲ Ποπλικόλαν ἧς ἐκέκτηντο Ῥωμαῖοι χώρας ἀποστῆναι. δεῖ δὲ πρὸς τοὺς ὑποκειμένους καιροὺς τὰς πράξεις θεωρεῖν. ποικίλος γὰρ ὢν ὁ πολιτικὸς ᾧ τρόπῳ τῶν ὄντων ἕκαστον εὔληπτόν ἐστι μεταχειρίσεται,μεταχειρίσεται with two Paris MSS., Coraës, and Bekker: μεταχειρίσασθαι. καὶ μέρους ἀφέσει πολλάκις ἔσωσε τὸ πᾶν καὶ μικρῶν ἀποστὰς μειζόνων ἔτυχεν,
4.4 ὥσπερ ἐκεῖνος ὁ ἀνὴρ τότε τῆς μὲν ἀλλοτρίας χώρας ἀποστὰς ἔσωσε τὴν ἑαυτοῦ βεβαίως ἅπασαν, οἷς δʼ ἦν μέγα τὴν πόλιν διαφυλάξαι προσεκτήσατο τὸ τῶν πολιορκούντων στρατόπεδον, ἐπιτρέψας δὲ τῷ πολεμίῳ δικαστῇ γενέσθαι, καὶ περιγενόμενος τῇ δίκῃ, προσέλαβεν ὅσα δόντας ἀγαπητὸν ἦν νικῆσαι· καὶ γὰρ τὸν πόλεμον διέλυσε καὶ τὴν παρασκευὴν τοῦ πολέμου κατέλιπεν αὐτοῖς διὰ πίστιν ἀρετῆς καὶ καλοκαγαθίας, ἣν ὁ ἄρχων ὑπὲρ ἁπάντων ἐνεποίησεν αὐτῷ.
← Previous 4 / 4

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme