33.2
περὶ τούτου τοῦ πολέμου διττοὶ λόγοι λέγονται· δίειμι δὲ τὸν μυθώδη πρότερον. φασὶ τοὺς Λατίνους, εἴτε προφάσει χρωμένους εἴτε βουλομένους ὡς ἀληθῶς ἀναμίξασθαι τὰ γένη πάλιν ἐξ ὑπαρχῆς, πέμψαντας αἰτεῖν παρὰ τῶν Ῥωμαίων παρθένους ἐλευθέρας γυναῖκας, ἀπορούντων δὲ τῶν Ῥωμαίων, τί χρὴ ποιεῖν καὶ γὰρ τὸν πόλεμον ὠρρώδουν οὔπω καθεστῶτες οὐδʼ ἀνειληφότες αὑτούς, καὶ τὴν αἴτησιν τῶν γυναικῶν ὑπώπτευον ἐξομήρευσιν εἶναι, τοῦ δʼ εὐπρεποῦς χάριν ἐπιγαμίαν καλεῖσθαι,
33.3
θεραπαινίδα τοὔνομα Τουτούλαν, ὡς δʼ ἔνιοι λέγουσι, Φιλωτίδα τοῖς ἄρχουσι παραινέσαι πέμπειν σὺν αὐτῇ τῶν δμωίδων τὰς ἐν ὥρᾳ μάλιστα καὶ ταῖς ὄψεσιν ἐλευθερίους, κοσμήσαντας ὡς νύμφας εὐγενεῖς, τὰ λοιπὰ δʼ αὐτῇ μελήσειν. πεισθέντας δὲ τοὺς ἄρχοντας ἐπιλέξασθαι τῶν θεραπαινίδων ὅσας ἐκείνη πρὸς τὴν χρείαν ἐδοκίμασε, καὶ κοσμήσαν· τὰς ἐσθῆτι καὶ χρυσῷ παραδοῦναι τοῖς Λατίνοις οὐ πάνυ πόρρω τῆς πόλεως στρατοπεδεύουσι.
33.4
νύκτωρ δὲ τὰς μὲν ἄλλας ὑφελέσθαι τὰ ἐγχειρίδια τῶν πολεμίων, τὴν δʼ εἴτε Τουτούλαν εἴτε Φιλωτίδα προσβᾶσαν ἐρινεῷ μεγάλῳ καὶ παρατείνασαν ὀπίσω τὸ ἱμάτιον ἆραι πυρσὸν εἰς τὴν Ῥώμην, ὥσπερ ἦν συγκείμενον αὐτῇ πρὸς τοὺς ἄρχοντας, οὐδενὸς ἄλλου τῶν πολιτῶν εἰδότος. διʼ ὃ καὶ θορυβώδη γενέσθαι τὴν τῶν στρατιωτῶν ἔξοδον, ὡς κατήπειγον οἱ ἄρχοντες, ἀλλήλους ἀνακαλούντων καὶ μόλις εἰς τὴν τάξιν καθισταμένων, ἐπελθόντας δὲ τῷ χάρακι τῶν πολεμίων οὐ προσδεχομένων καὶ καθευδόντων ἑλεῖν τὸ στρατόπεδον καὶ διαφθεῖραι τοὺς πλείστους.
33.5
τοῦτο δὲ γενέσθαι ταῖς νῦν Ἰουλίαις, τότε δὲ Κυϊντιλίαις νώναις, καὶ τὴν ἀγομένην ἑορτὴν ὑπόμνημα τῆς πράξεως ἐκείνης εἶναι, πρῶτον μὲν γὰρ ἐξιόντες ἀθρόοι διὰ τῆς πύλης πολλὰ τῶν ἐπιχωρίων καὶ κοινῶν ὀνομάτων βοῇ φθέγγονται, Γάιον, Μᾶρκον, Λούκιον καὶ τὰ τούτοις ὅμοια, μιμούμενοι τὴν τότε γενομένην μετὰ σπουδῆς ἀλλήλων ἀνάκλησιν·