Thesauros Literature biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
43.1 ἐν δὲ τῷ κατόπιν ἐνιαυτῷ λοιμώδης νόσος ἐμπεσοῦσα τῇ Ῥώμῃ τὸν μὲν ἄλλον ὄχλον οὐ περιληπτὸν ἀριθμῷ διέφθειρε, τῶν δʼ ἀρχόντων τοὺς πλείστους. ἐτελεύτησε δὲ καὶ Κάμιλλος, ἡλικίας μὲν οὕνεκα καὶ βίου τελειότητος, ὡς εἴ τις ἄλλος ἀνθρώπων ὡραῖος, ἀνιάσας δὲ Ῥωμαίους ὡς οὐδὲ σύμπαντες οἱ τῇ νόσῳ κατʼ ἐκεῖνον τὸν χρόνον ἀποθανόντες.
← Previous 42 / 42

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme