10.4
καὶ τὸ μὲν πρῶτον τῶν ταγμάτων καὶ τέταρτον αὐτὸς ἔλαβε, τὸ δὲ δεύτερον καὶ τρίτον ἐκείνῳ παρέδωκεν, ἐπίσης καὶ τῶν συμμαχικῶν διανεμηθέντων. σεμνυνομένου δὲ τοῦ Μινουκίου καὶ χαίροντος ἐπὶ τῷ τὸ πρόσχημα τῆς ἀκροτάτης καὶ μεγίστης ἀρχῆς ὑφεῖσθαι καὶ προπεπηλακίσθαι διʼ αὐτόν, ὑπεμίμνῃσκεν ὁ Φάβιος ὡς οὐκ ὄντος μὲν αὐτῷ πρὸς Φάβιον, ἀλλʼ, εἰ σωφρονεῖ, πρὸς Ἀννίβαν τοῦ ἀγῶνος·
10.5
εἰ δὲ καὶ πρὸς τὸν συνάρχοντα φιλονεικεῖ, σκοπεῖν ὅπως τοῦ νενικημένου καὶ καθυβρισμένου παρὰ τοῖς πολίταις ὁ τετιμημένος καὶ νενικηκὼς οὐ φανεῖται μᾶλλον ὀλιγωρῶν τῆς σωτηρίας αὐτῶν καὶ ἀσφαλείας.
11.1
ὁ δὲ ταῦτα μὲν εἰρωνείαν ἡγεῖτο γεροντικήν· παραλαβὼν δὲ τὴν ἀποκληρωθεῖσαν δύναμιν ἰδίᾳ καὶ χωρὶς ἐστρατοπέδευσεν, οὐδὲν ἀγνοοῦντος τοῦ Ἀννίβου τῶν γινομένων, ἀλλὰ πᾶσιν ἐφεδρεύοντος. ἦν δὲ λόφος κατὰ μέσον καταληφθῆναι μὲν οὐ χαλεπός, ὀχυρὸς δὲ καταληφθεὶς στρατοπέδῳ καὶ διαρκὴς εἰς ἅπαντα, τὸ δὲ πέριξ πεδίον ὀφθῆναι μὲν ἄπωθεν ὁμαλὸν διὰ ψιλότητα καὶ λεῖον, ἔχον δέ τινας οὐ μεγάλας τάφρους ἐν αὑτῷ καὶ κοιλότητας ἄλλας.
11.2
διὸ καὶ τὸν λόφον ἐκ τοῦ ῥᾴστου κρύφα κατασχεῖν παρόν οὐκ ἠθέλησεν ὁ Ἀννίβας, ἀλλʼ ἀπέλιπε μάχης ἐν μέσῳ πρόφασιν. ὡς δʼ εἶδε κεχωρισμένον τοῦ Φαβίου τὸν Μινούκιον, νυκτὸς μὲν εἰς τὰς τάφρους καὶ τὰς κοιλότητας κατέσπειρε τῶν στρατιωτῶν τινας, ἅμα δὲ τῇ ἡμέρᾳ φανερῶς ἔπεμψεν οὐ πολλοὺς καταληψομένους τὸν λόφον, ὡς ἐπαγάγοιτο συμπεσεῖν περὶ τοῦ τόπου τὸν Μινούκιον.
11.3
ὃ δὴ καὶ συνέβη, πρῶτον μὲν γὰρ ἀπέστειλε τὴν κούφην στρατιάν, ἔπειτα τοὺς ἱππεῖς, τέλος δʼ ὁρῶν τὸν Ἀννίβαν παραβοηθοῦντα τοῖς ἐπὶ τοῦ λόφου πάσῃ κατέβαινε τῇ δυνάμει συντεταγμένος, καὶ μάχην καρτερὰν θέμενος ἠμύνετο τοὺς ἀπὸ τοῦ λόφου βάλλοντας, συμπλεκόμενος καὶ ἴσα φερόμενος, ἄχρι οὗ καλῶς ἠπατημένον ὁρῶν ὁ Ἀννίβας καὶ γυμνὰ παρέχοντα τοῖς ἐνεδρεύουσι τὰ νῶτα τὸ σημεῖον αἴρει.