11.4
πρὸς δὲ τοῦτο πολλαχόθεν ἐξανισταμένων ἅμα καὶ μετὰ κραυγῆς προσφερομένων καὶ τοὺς ἐσχάτους ἀποκτιννύντων ἀδιήγητος κατεῖχε ταραχὴ καὶ πτοία τοὺς Ῥωμαίους, αὐτοῦ τε τοῦ Μινουκίου τὸ θράσος κατακέκλαστο, καὶ πρὸς ἄλλον ἄλλοτε τῶν ἡγεμόνων διεπάπταινεν, οὐδενὸς ἐν χώρᾳ μένειν τολμῶντος, ἀλλὰ πρὸς φυγὴν ὠθουμένων οὐ σωτήριον. οἱ γὰρ Νομάδες ἤδη κρατοῦντες κύκλῳ περιήλαυνον τὸ πεδίον καὶ τοὺς ἀποσκιδναμένους ἔκτεινον.
12.1
ἐν τοσούτῳ δὲ κακῷ τῶν Ῥωμαίων ὄντων οὐκ ἔλαθεν ὁ κίνδυνος τὸν Φάβιον, ἀλλὰ καὶ τὸ μέλλον, ὡς ἔοικεν, ἤδη προειληφώς τήν τε δύναμιν συντεταγμένην εἶχεν ἐπὶ τῶν ὅπλων καὶ τὰ πραττόμενα γινώσκειν ἐφρόντιζεν οὐ διʼ ἀγγέλων, ἀλλʼ αὐτὸς ἔχων κατασκοπὴν πρὸ τοῦ χάρακος. ὡς οὖν κατεῖδε κυκλούμενον καὶ ταραττόμενον τὸ στράτευμα, καὶ κραυγὴ προσέπιπτεν οὐ μενόντων, ἀλλʼ ἤδη πεφοβημένων καὶ τρεπομένων,
12.2
μηρόν τε πληξάμενος καὶ στενάξας μέγα πρὸς μὲν τοὺς παρόντας εἶπεν ὮἩράκλεις, ὡς τάχιον μὲν ἢ ἐγὼ προσεδόκων, βράδιον δʼ ἢ αὐτὸς ἔσπευδε Μινούκιος ἑαυτὸν ἀπολώλεκε, τὰς· δὲ σημαίας ἐκφέρειν κατὰ τάχος καὶ τὸν στρατὸν ἕπεσθαι κελεύσας ἀνεβόησε· νῦν τις, ὦ στρατιῶται, Μάρκου Μινουκίου μεμνημένος ἐπειγέσθω· λαμπρὸς γὰρ ἁνὴρ καὶ φιλόπατρις, εἰ δέ τι σπεύδων ἐξελάσαι τοὺς πολεμίους ἥμαρτεν, αὖθις αἰτιασόμεθα.
12.3
πρῶτον μὲν οὖν ἐπιφανεὶς τρέπεται καὶ διασκίδνησι τοὺς ἐν τῷ πεδίῳ περιελαύνοντας Νομάδας· εἶτα πρὸς τοὺς μαχομένους καὶ κατὰ νώτου τῶν Ῥωμαίων ὄντας ἐχώρει καὶ τοὺς ἐμποδὼν ἔκτεινεν, οἱ δὲ λοιποί, λοιποί MSS., Sintenis1, Coraës, Bekker: πλεῖστοι. πρὶν ἀποληφθῆναι καὶ γενέσθαι περιπετεῖς οἷς αὐτοὶ τοὺς Ῥωμαίους ἐποίησαν, ἐγκλίναντες ἔφυγον.