Thesauros Literature biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
12.4 ὁρῶν δʼ ὁ Ἀννίβας τήν μεταβολὴν καὶ τὸν Φάβιον εὐρώστως παρʼ ἡλικίαν διὰ τῶν μαχομένων ὠθούμενον ἄνω πρὸς τὸν Μινούκιον εἰς τὸν όφον, ἐπέσχε τήν μάχην, καὶ τῇ σάλπιγγι σημήνας ἀνάκλησιν ἀπῆγεν εἰς τὸν χάρακα τοὺς Καρχηδονίους, ἀσμένως καὶ τῶν Ῥωμαίων ἀποτρεπομένων, λέγεται δʼ αὐτὸν ἀπιόντα περὶ τοῦ Φαβίου πρὸς τοὺς φίλους εἰπεῖν τι τοιοῦτον μετὰ παιδιᾶς· οὐκ ἐγὼ μέντοι προὔλεγον ὑμῖν πολλάκις τήν ἐπὶ τῶν ἄκρων ταύτην καθημένην νεφέλην, ὅτι μετὰ ζάλης ποτὲ καὶ καταιγίδων ὄμβρον ἐκρήξει;
13.1 μετὰ δὲ τὴν μάχην Φάβιος μὲν ὅσους ἔκτεινε τῶν πολεμίων σκυλεύσας ἀνεχώρησεν, οὐδὲν ὑπερήφανον οὐδʼ ἐπαχθὲς εἰπὼν περὶ τοῦ συνάρχοντος· Μινούκιος δὲ τὴν αὑτοῦ στρατιὰν ἀθροίσας, ἄνδρες, ἔφη, συστρατιῶται, τὸ μ?ὲν ἁμαρτεῖν μηδὲν ἐν πράγμασι μεγάλοις μεῖζον ἢ κατʼ ἄνθρωπόν ἐστι, τὸ δʼ ἁμαρτόντα χρήσασθαι τοῖς πταίσμασι διδάγμασι πρὸς τὸ λοιπὸν ἀνδρὸς ἀγαθοῦ καὶ νοῦν ἔχοντος.
13.2 ἐγὼ μὲν οὖν ὁμολογῶ μικρὰ μεμφόμενος τὴν τύχην περὶ μειζόνων ἐπαινεῖν. ἃ γὰρ οὐκ ᾐσθόμην χρόνον τοσοῦτον, ἡμέρας μέρει μικρῷ πεπαίδευμαι, γνοὺς ἐμαυτὸν οὐκ ἄρχειν ἑτέρων δυνάμενον, ἀλλʼ ἄρχοντος ἑτέρου δεόμενον καὶ φιλοτιμούμενον φιλοτιμούμενον the MSS. have μὴ φιλοτιμούμενον, which Coraës defends. νικᾶν ὑφʼ ὧν ἡττᾶσθαι κάλλιον. ὑμῖν δὲ τῶν μὲν ἄλλων ἐστὶν ἄρχων ὁ δικτάτωρ, τῆς δὲ πρὸς ἐκεῖνον εὐχαριστίας αὐτὸς ἡγεμὼν ἔσομαι, πρῶτον ἐμαυτὸν εὐπειθῆ καὶ ποιοῦντα τὸ κελευόμενον ὑπʼ ἐκείνου παρεχόμενος.
13.3 ταῦτʼ εἰπὼν καὶ τοὺς ἀετοὺς ἄρασθαι κελεύσας καὶ πάντας ἀκολουθεῖν, ἦγε πρὸς τὸν χάρακα τοῦ Φαβίου. καὶ παρελθὼν ἐντὸς ἐβάδιζεν ἐπὶ τὴν στρατηγικὴν σκηνήν, ὥστε θαυμάζειν καὶ διαπορεῖν πάντας. προελθόντος δὲ τοῦ Φαβίου θέμενος ἔμπροσθεν τὰς σημαίας αὐτὸς μὲν ἐκεῖνον πατέρα μεγάλῃ φωνῇ, οἱ δὲ στρατιῶται τοὺς στρατιώτας πάτρωνας ἠσπάζοντο. τοῦτο δʼ ἔστι τοῖς ἀπελευθέροις προσφώνημα πρὸς τοὺς ἀπελευθερώσαντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme