Thesauros Literature biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
17.5 ὁ γὰρ ἐν οἷς οὐδὲν ἐδόκει δεινὸν εἶναι καιροῖς εὐλαβὴς φαινόμενος καὶ δυσέλπιστος τότε πάντων καταβεβληκότων ἑαυτοὺς εἰς ἀπέραντα πένθη καὶ ταραχὰς ἀπράκτους, μόνος ἐφοίτα διὰ τῆς πόλεως πρᾴῳ βαδίσματι καὶ προσώπῳ καθεστῶτι καὶ φιλανθρώπῳ προσαγορεύσει, κοπετούς τε γυναικείους ἀφαιρῶν καὶ συστάσεις εἴργων τῶν εἰς τὸ δημόσιον ἐπὶ κοινοῖς ὀδυρμοῖς ἐκφερομένων, βουλήν τε συνελθεῖν ἔπεισε καὶ παρεθάρσυνε τὰς ἀρχάς, αὐτὸς ὢν καὶ ῥώμη καὶ δύναμις ἀρχῆς ἁπάσης πρὸς ἐκεῖνον ἀποβλεπούσης.
18.1 ταῖς μὲν οὐν πύλαις ἐπέστησε τοὺς τὸν ἐκπίπτοντα καὶ προλείποντα τὴν πόλιν ὄχλον ἀπείρξοντας, πένθους δὲ καὶ τόπον καὶ χρόνον ὥρισε, κατʼ οἰκίαν ἀποθρηνεῖν κελεύσας ἐφʼ ἡμέρας τριάκοντα τὸν βουλόμενον· μετὰ δὲ ταύτας ἔδει πᾶν πένθος λύεσθαι καὶ καθαρεύειν τῶν τοιούτων τὴν πόλιν.
18.2 ἑορτῆς τε Δήμητρος εἰς τάς ἡμέρας ἐκείνας καθηκούσης βέλτιον ἐφάνη παραλιπεῖν ὅλως τάς τε θυσίας καὶ τὴν πομπήν ἢ τὸ μέγεθος τῆς συμφορᾶς ὀλιγότητι καὶ κατηφείᾳ τῶν συνερχομένων ἐλέγχεσθαι· καὶ γὰρ τὸ θεῖον ἥδεσθαι τιμώμενον ὑπὸ τῶν εὐτυχούντων.
18.3 ὅσα μέντοι πρὸς ἱλασμοὺς θεῶν ἢ τεράτων ἀποτροπὰς συνηγόρευον οἱ μάντεις ἐπράττετο. καὶ γὰρ εἰς Δελφοὺς ἐπέμφθη θεοπρόπος Πίκτωρ, συγγενὴς Φαβίου, καὶ τῶν Ἑστιάδων παρθένων δύο διεφθαρμένας εὑρόντες, τὴν μὲν, ὥσπερ ἐστὶν ἔθος, ζῶσαν κατώρυξαν, ἡ δʼ ὑφʼ ἑαυτῆς ἀπέθανε.
18.4 μάλιστα δʼ ἄν τις ἀγάσαιτο τὸ φρόνημα καὶ τὴν πρᾳότητα τῆς πόλεως, ὅτε τοῦ ὑπάτου Βάρρωνος ἀπὸ τῆς φυγῆς ἐπανιόντος, ὡς ἄν τις αἴσχιστα καὶ δυσποτμότατα πεπραχὼς ἐπανίοι, ταπεινοῦ καὶ κατηφοῦς, ἀπήντησεν αὐτῷ περὶ τάς πύλας ἥ τε βουλὴ καὶ τὸ πλῆθος ἅπαν ἀσπαζόμενοι.
18.5 οἱ δʼ ἐν τέλει καὶ πρῶτοι τῆς γερουσίας, ὧν καὶ Φάβιος ἦν, ἡσυχίας γενομένης ἐπῄνεσαν, ὅτι τὴν πόλιν οὐκ ἀπέγνω μετὰ δυστυχίαν τηλικαύτην, ἀλλὰ πάρεστιν ἄρξων ἐπὶ τὰ πράγματα καὶ χρησόμενος τοῖς νόμοις καὶ τοῖς πολίταις ὡς σῴζεσθαι δυναμένοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme