21.3
ἐκ τούτου μεταπέμπεται μὲν ἡ γυνὴ τὸν Βρέττιον καὶ γνωρίζει τὸν ἀδελφὸν αὐτῷ ταχὺ δὲ συμπράττων τὴν ἐπιθυμίαν ἐκεῖνος καὶ μᾶλλον ἢ πρότερον εὔνουν καὶ χειροήθη τῷ βαρβάρῳ παρέχειν δοκῶν τὴν ἀδελφήν, ἔσχε πιστῶς, ὥστε μὴ χαλεπῶς ἐρῶντος ἀνθρώπου μισθοφόρου μεταστῆσαι διάνοιαν ἐπʼ ἐλπίσι δωρεῶν μεγάλων, ἃς ἐπηγγέλλετο παρέξειν αὐτῷ τὸν Φάβιον.
21.4
ταῦτα μὲν οὖν οἱ πλεῖστοι γράφουσι περὶ τούτων· ἔνιοι δὲ τὴν ἄνθρωπον ὑφʼ ἧς ὁ Βρέττιος μετήχθη, φασὶν οὐ Ταραντίνην, ἀλλὰ Βρεττίαν τὸ γένος οὖσαν, τῷ δὲ Φαβίῳ παλλακευομένην, ὡς ᾔσθετο πολίτην καὶ γνώριμον ὄντα τὸν τῶν Βρεττίων ἄρχοντα, τῷ τε Φαβίῳ φράσαι καὶ συνελθοῦσαν εἰς λόγους ὑπὸ τὸ τεῖχος ἐκπεῖσαι καὶ κατεργάσασθαι τὸν ἄνθρωπον.
22.1
πραττομένων δὲ τούτων, ὁ Φάβιος περισπάσαι τὸν Ἀννίβαν τεχνάζων ἐπέστειλε τοῖς ἐν Ῥηγίῳ στρατιώταις τὴν Βρεττίαν καταδραμεῖν καὶ Καυλωνίαν ἐξελεῖν κατὰ κράτος στρατοπεδεύσαντας, ὀκτακισχιλίους ὄντας, αὐτομόλους δὲ τοὺς πολλοὺς καὶ τῶν ἐκ Σικελίας ὑπὸ Μαρκέλλου κεκομισμένων ἀτίμων τοὺς ἀχρηστοτάτους καὶ μετʼ ἐλαχίστης τῇ πόλει λύπης καὶ βλάβης ἀπολουμένους.
22.2
ἤλπιζε γὰρ τούτους προέμενος τῷ Ἀννίβᾳ καὶ δελεάσας ἀπάξειν αὐτὸν ἀπὸ τοῦ Τάραντος· ὃ καὶ συνέβαινεν. εὐθὺς γὰρ ἐκεῖ διώκων ὁ Ἀννίβας ἐρρύη μετὰ τῆς δυνάμεως, ἡμέρᾳ δʼ ἕκτῃ τοὺς Ταραντίνους τοῦ Φαβίου περιστρατοπεδεύσαντος, ὁ προδιειλεγμένος τῷ Βρεττίῳ μετὰ τῆς ἀδελφῆς νεανίσκος ἧκε νύκτωρ πρὸς αὐτόν, εἰδὼς ἀκριβῶς καὶ καθεωρακὼς τὸν τόπον ἐφʼ οὗ παραφυλάττων ὁ Βρέττιος ἔμελλεν ἐνδώσειν καὶ παρήσειν τοῖς προσβάλλουσιν.
22.3
οὐ μὴν ἁπλῶς γε τῆς προδοσίας ἐξήρτησεν ὁ Φάβιος τὴν πρᾶξιν, ἀλλʼ αὐτὸς μὲν ἐκεῖσε παρελθὼν ἡσυχίαν ἦγεν, ἡ δʼ ἄλλη στρατιὰ προσέβαλλε τοῖς τείχεσιν ἔκ τε γῆς καὶ θαλάττης ἅμα, ποιοῦσα πολλὴν κραυγὴν καὶ θόρυβον, ἄχρι οὗ τῶν πλείστων Ταραντίνων ἐκεῖ βοηθούντων καὶ συμφερομένων τοῖς τειχομαχοῦσιν ἐσήμηνε τῷ Φαβίῳ τὸν καιρὸν ὁ Βρέττιος, καὶ διὰ κλιμάκων ἀναβὰς ἐκράτησε τῆς πόλεως.