Thesauros Literature biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
22.4 ἐνταῦθα μέντοι δοκεῖ φιλοτιμίας ἥττων γενέσθαι· τοὺς γὰρ Βρεττίους πρώτους ἀποσφάττειν ἐκέλευσεν, ὡς μὴ προδοσίᾳ τὴν πόλιν ἔχων φανερὸς γένοιτο, καὶ ταύτης τε διήμαρτε τῆς δόξης καὶ διαβολὴν ἀπιστίας προσέλαβε καὶ ὠμότητος. ἀπέθανον δὲ πολλοὶ καὶ τῶν Ταραντίνων· οἱ δὲ πραθέντες ἐγένοντο τρισμύριοι, καὶ τὴν πόλιν ἡ στρατιὰ διήρπασεν ἀνηνέχθη δʼ εἰς τὸ δημόσιον τρισχίλια τάλαντα.
22.5 πάντων δὲ τῶν ἄλλων ἀγομένων καὶ φερομένων λέγεται τὸν γραμματέα πυθέσθαι τοῦ Φαβίου περὶ τῶν θεῶν τί κελεύει, τὰς γραφὰς οὕτω προσαγορεύσαντα καὶ τοὺς ἀνδριάντας· τὸν οὖν Φάβιον εἰπεῖν ἀπολείπωμεν τοὺς θεοὺς Ταραντίνοις κεχολωμένους.
22.6 οὐ μὴν ἀλλὰ τὸν κολοσσὸν τοῦ Ἡρακλέους μετακομίσας ἐκ Τάραντος ἔστησεν ἐν Καπιτωλίῳ, καὶ πλησίον ἔφιππον εἰκόνα χαλκῆν ἑαυτοῦ, πολὺ Μαρκέλλου φανεὶς ἀτοπώτερος περὶ ταῦτα, μᾶλλον δʼ ὅλως ἐκεῖνον ἄνδρα πρᾳότητι καὶ φιλανθρωπίᾳ θαυμαστὸν ἀποδείξας, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται.
23.1 Ἀννίβαν δὲ λέγεται διώκοντα τεσσαράκοντα μόνοις ἀπολειφθῆναι σταδίοις, καί φανερῶς μὲν εἰπεῖν ἦν ἄρα καί Ῥωμαίοις Ἀννίβας τις ἕτερος· ἀπεβάλομεν γὰρ τὴν Ταραντίνων πόλιν ὥσπερ ἐλάβομεν, ἰδίᾳ δὲ τότε πρῶτον αὐτῷ παραστῆναι πρὸς τοὺς φίλους εἰπεῖν, ὡς πάλαι μὲν ἑώρα χαλεπὸν αὐτοῖς, νῦν δʼ ἀδύνατον κρατεῖν ἀπὸ τῶν ὑπαρχόντων Ἰταλίας.
23.2 τοῦτον δεύτερον θρίαμβον ἐθριάμβευσε λαμπρότερον τοῦ προτέρου Φάβιος, ὥσπερ ἀθλητὴς ἀγαθὸς ἐπαγωνιζόμενος τῷ Ἀννίβᾳ καί ῥᾳδίως ἀπολυόμενος αὐτοῦ τὰς πράξεις, ὥσπερ ἅμματα καί λαβὰς οὐκέτι τὸν αὐτὸν ἐχούσας τόνον. ἡ μὲν γὰρ ἀνεῖτο τῆς δυνάμεως αὐτῷ διὰ τρυφὴν καί πλοῦτον, ἡ δʼ ὥσπερ ἐξήμβλυντο καί κατατέτριπτο τοῖς ἀλωφήτοις ἀγῶσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme