Thesauros Literature biography Γάϊος Μάρκιος

Γάϊος Μάρκιος

Γάϊος Μάρκιος Plutarch
16.3 ἐπιδόσεις μέν οὖν καὶ διανομάς, ὥσπερ Ἑλλήνων οἱ κράτιστα δημοκρατούμενοι, καθέζεσθαι ψηφιζομένους ἔφη παντελῶς εἰς κοινὸν ὄλεθρον τὴν ἀπείθειαν αὑτῶν ἐφοδιάζειν. οὐ γὰρ χάριν γε δήπου φήσουσιν ἀπολαμβάνειν τῶν στρατειῶν ἃς ἐγκατέλιπον, καὶ τῶν ἀποστάσεων αἷς προήκαντο τὴν πατρίδα, καὶ τῶν διαβολῶν ἃς ἐδέξαντο κατὰ τῆς βουλῆς· ἀλλʼ ὑφιεμένους διὰ φόβον καὶ κολακεύοντας ὑμᾶς ταῦτα διδόναι καὶ συγχωρεῖν ἐλπίσαντες, οὐδὲν ἕξουσι πέρας ἀπειθείας, οὐδὲ παύσονται διαφερόμενοι καὶ στασιάζοντες.
16.4 ὥστε τοῦτο μέν ἐστι κομιδῇ μανικόν· εἰ δὲ σωφρονοῦμεν, ἀφαιρησόμεθα τὴν δημαρχίαν αὑτῶν, ἀναίρεσιν οὖσαν ὑπατείας καὶ διάστασιν τῆς πόλεως, οὐκέτι μιᾶς, ὡς πρότερον, οὔσης, ἀλλὰ δεδεγμένης τομήν μηδέποτε συμφῦναι μηδʼ ὁμοφρονῆσαι μηδὲ παύσασθαι νοσοῦντας ἡμᾶς καὶ ταραττομένους ὑπʼ ἀλλήλων ἐάσουσαν.
17.1 πολλὰ τοιαῦτα λέγων ὁ Μάρκιος ὑπερφυῶς εἶχε τοὺς νέους συνενθουσιῶντας αὐτῷ καὶ τοὺς πλουσίους ὀλίγου δεῖν ἅπαντας, μόνον ἐκεῖνον ἄνδρα τὴν πόλιν ἔχειν ἀήττητον καὶ ἀκολάκευτον βοῶντας, ἔνιοι δὲ τῶν πρεσβυτέρων ἠναντιοῦντο, ὑφορώμενοι τὸ ἀποβησόμενον. ἀπέβη δὲ χρηστὸν οὐδέν. οἱ γὰρ δήμαρχοι παρόντες, ὡς ᾔσθοντο τῇ γνώμῃ κρατοῦντα τὸν Μάρκιον, ἐξέδραμον εἰς τὸν ὄχλον μετὰ βοῆς παρακελευόμενοι συνίστασθαι καὶ βοηθεῖν αὐτοῖς τοὺς πολλούς.
17.2 ἐκκλησίας δὲ θορυβώδους γενομένης, καὶ τῶν λόγων οὓς ὁ Μάρκιος εἶπεν ἀναγορευθέντων, ὀλίγον ἐδέησεν ἐμπεσεῖν ὑπʼ ὀργῆς φερόμενος εἰς τὴν βουλὴν ὁ δῆμος· οἱ δὲ δήμαρχοι τοῦ Μαρκίου τὴν αἰτίαν ἐποιοῦντο, καὶ πέμποντες ἐκάλουν αὐτὸν ἀπολογησόμενον. ὡς δὲ πρὸς ὕβριν τοὺς πεμφθέντας ἐξήλασεν ὑπηρέτας, αὐτοὶ μετὰ τῶν ἀγορανόμων ἧκον ἄξοντες βίᾳ τὸν ἄνδρα, καὶ τοῦ σώματος ἐπελαμβάνοντο. συστάντες δʼ οἱ πατρίκιοι τοὺς μὲν δημάρχους ἀπετρίψαντο, τοῖς δʼ ἀγορανόμοις καὶ πληγὰς ἐνέβαλον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme