Thesauros Literature biography Γάϊος Μάρκιος

Γάϊος Μάρκιος

Γάϊος Μάρκιος Plutarch
35.2 λόγισαι δὲ νῦν ὡς ἀτυχέσταται πασῶν ἀφίγμεθα γυναικῶν, αἷς τὸ ἥδιστον θέαμα φοβερώτατον ἡ τύχη πεποίηκεν, ἐμοὶ μὲν υἱόν, ταύτῃ δʼ ἄνδρα τοῖς τῆς πατρίδος τείχεσιν ἰδεῖν ἀντικαθήμενον. ὃ δʼ ἔστι τοῖς ἄλλοις ἀτυχίας πάσης καὶ κακοπραγίας παραμύθιον, εὔχεσθαι θεοῖς, ἡμῖν ἀπορώτατον γέγονεν. οὐ γὰρ οἷόν τε καὶ τῇ πατρίδι νίκην ἅμα καὶ σοὶ σωτηρίαν αἰτεῖσθαι παρὰ τῶν θεῶν, ἀλλʼ ἅ τις ἂν ἡμῖν καταράσαιτο τῶν ἐχθρῶν, ταῦτα ταῖς ἡμετέραις ἔνεστιν εὐχαῖς.
35.3 ἀνάγκη γὰρ ἢ τῆς πατρίδος ἢ σοῦ στέρεσθαι γυναικὶ σῇ καὶ τέκνοις, ἐγὼ δʼ οὐ περιμενῶ ταύτην μοι διαιτῆσαι τὴν τύχην ζώσῃ τὸν πόλεμον, ἀλλʼ εἰ μή σε πείσαιμι φιλίαν καὶ ὁμόνοιαν ἀντὶ διαφορᾶς καὶ κακῶν θέμενον ἀμφοτέρων εὐεργέτην γενέσθαι μᾶλλον ἢ λυμεῶνα τῶν ἑτέρων, οὕτω διανοοῦ καὶ παρασκεύαζε σεαυτὸν ὡς τῇ πατρίδι μὴ προσμῖξαι δυνάμενος πρὶν ἢ νεκρὰν ὑπερβῆναι τὴν τεκοῦσαν. οὐ γὰρ ἐκείνην με δεῖ τὴν ἡμέραν ἀναμένειν ἐν ᾗ τὸν υἱὸν ἐπόψομαι θριαμβευόμενον ὑπὸ τῶν πολιτῶν ἢ θριαμβεύοντα κατὰ τῆς πατρίδος.
35.4 εἰ μὲν οὖν ἀξιῶ σε τὴν πατρίδα σῶσαι Οὐολούσκους ἀπολέσαντα, χαλεπή σοὶ καὶ δυσδιαίτητος, ὦ παῖ, πρόκειται σκέψις· οὔτε γὰρ διαφθεῖραι τοὺς πολίτας καλόν, οὔτε τοὺς πεπιστευκότας προδοῦναι δίκαιον νῦν δʼ ἀπαλλαγὴν κακῶν αἰτούμεθα, σωτήριον μὲν ἀμφοτέροις ὁμοίως, ἔνδοξον δὲ καὶ καλὴν μᾶλλον Οὐολούσκοις, ὅτι τῷ κρατεῖν δόξουσι διδόναι τὰ μέγιστα τῶν ἀγαθῶν, οὐχ ἧττον λαμβάνοντες, εἰρήνην καὶ φιλίαν, ὧν μάλιστα μὲν αἴτιος ἔσῃ γινομένων, μὴ γινομένων δὲ μόνος αἰτίαν ἕξεις παρʼ ἀμφοτέροις.
35.5 ἄδηλος δʼ ὢν ὁ πόλεμος τοῦτʼ ἔχει πρόδηλον, ὅτι σοὶ νικῶντι μὲν ἀλάστορι τῆς πατρίδος εἶναι περίεστιν, ἡττώμενος δὲ δόξεις ὑπʼ ὀργῆς εὐεργέταις ἀνδράσι καὶ φίλοις τῶν μεγίστων συμφορῶν αἴτιος γεγονέναι.
36.1 ταῦτα τῆς Οὐολουμνίας λεγούσης ὁ Μάρκιος ἠκροᾶτο μηδὲν ἀποκρινόμενος, ἐπεὶ δὲ καὶ παυσαμένης εἱστήκει σιωπῶν πολὺν χρόνον, αὖθις ἡ Οὐολουμνία· τί σιγᾷς, εἶπεν, ὦ παῖ; πότερον ὀργῇ καὶ μνησικακίᾳ πάντα συγχωρεῖν καλόν, οὐ καλὸν δὲ μητρὶ χαρίσασθαι δεομένῃ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme