Thesauros Literature biography Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις

Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις

Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις Plutarch
2.3 οὐ γὰρ ἐκ φιλονεικίας οὐδὲ πολιτικῆς μάχης ἢ ἁμίλλης, ὡς ἐκεῖνος, ἀλλʼ ὀργῇ χαριζόμενος, παρʼ ἧς οὐδένα φησὶν ὁ Δίων Δίων Bekker corrects to Ἴων after Bryan. The verse οὐδεὶς γὰρ ὀργῆς χάριν ἀπείληφεν πάτερ is attributed to Menander in Stobaeus, Floril. xx. 6 (Kock, Com. Att. Frag. iii. p. 188). ἀπολαβεῖν χάριν, πολλὰ τῆς Ἰταλίας μέρη συνετάραξε καὶ πολλὰς πόλεις οὐδὲν ἀδικούσας τῷ πρὸς τὴν πατρίδα θυμῷ παρανάλωσε. καίτοι καὶ Ἀλκιβιάδης διʼ ὀργὴν μεγάλων αἴτιος συμφορῶν κατέστη τοῖς πολίταις.
2.4 ἀλλʼ ὅτε πρῶτον ἔγνω μεταμελομένους, εὐγνωμόνησε, καὶ πάλιν ἀπορριφείς οὐκ ἐφήσθη τοῖς στρατηγοῖς ἁμαρτάνουσιν οὐδὲ παρεῖδε κακῶς βουλευομένους καὶ κινδυνεύοντας, ἀλλʼ, ὅπερ Ἀριστείδης ἐπαινεῖται μάλιστα πράξας πρὸς Θεμιστοκλέα, τοῦτʼ ἐποίησε, πρὸς τοὺς τότʼ ἄρχοντας οὐ φίλους ὄντας ἐλθὼν καὶ φράσας τὸ δέον καὶ διδάξας.
2.5 Μάρκιος δὲ πρῶτον μὲν ὅλην κακῶς ἐποίει τὴν πόλιν οὐχ ὑφ̓ὅλης παθών, ἀλλὰ τοῦ βελτίστου καὶ κρατίστου μέρους συναδικηθέντος αὐτῷ καὶ συναλγήσαντος· ἔπειτα πολλαῖς πρεσβείαις καὶ δεήσεσι μίαν ἰωμένων ὀργὴν καὶ ἄγνοιαν οὐ τεγχθεὶς οὐδʼ εἴξας ἐδήλωσεν ἐπὶ τῷ διαφθεῖραι τὴν πατρίδα καὶ καταβαλεῖν, οὐχ ὅπως ἀπολάβῃ καὶ κατέλθῃ, βαρὺν πόλεμον καὶ ἄσπονδον ἐπανῃρημένος.
2.6 τούτῳ δὲ τούτῳ δὲ Coraës and Bekker read τούτῳ γε with C, and Bekker assumes a lacuna before the words. φήσει τις διαφέρειν Ἀλκιβιάδην μὲν γὰρ ἐπιβουλευόμενον ὑπὸ Σπαρτιατῶν διὰ δέος ἅμα καὶ μῖσος αὐτῶν μεταστῆναι πρὸς Ἀθηναίους, Μαρκίῳ δὲ πάντα δίκαια ποιοῦντας Οὐολούσκους οὐ καλῶς εἶχεν ἐγκαταλιπεῖν. καὶ γὰρ ἡγεμὼν ἀποδέδεικτο καὶ μεγίστην πίστιν εἶχε μετὰ δυνάμεως,
2.7 οὐχ ὡς ἐκεῖνος, ἀποχρωμένων μᾶλλον ἢ χρωμένων αὐτῷ Λακεδαιμονίων, ἐν τῇ πόλει περιιών καὶ κυλινδούμενος αὖθις ἐν τῷ στρατοπέδῳ τέλος εἰς τὰς Τισαφέρνου χεῖρας ἀφῆκεν αὑτόν· εἰ μὴ νὴ Δία μὴ φθαρῆναι τὰς Ἀθήνας παντάπασι ποθῶν κατελθεῖν ἐθεράπευε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme