Thesauros Literature biography Τιμολέων

Τιμολέων

Τιμολέων Plutarch
31.6 βουλόμενος οὖν ὁ Τιμολέων κληρῶσαι τοὺς ἡγεμόνας ἔλαβε παρʼ ἑκάστου δακτύλιον· ἐμβαλὼν δὲ πάντας εἰς τὴν ἑαυτοῦ χλαμύδα καὶ μίξας ἔδειξε τὸν πρῶτον κατὰ τύχην γλυφὴν ἔχοντα τῆς σφραγῖδος τρόπαιον.
31.7 ὡς δὲ τοῦτον εἶδον οἱ νεανίσκοι, μετὰ χαρᾶς ἀνακραγόντες οὐκέτι τὸν ἄλλον ὑπέμειναν κλῆρον, ἀλλʼ ὡς ἕκαστος τάχους εἶχε τὸν ποταμὸν διεξελάσαντες ἐν χερσὶν ἦσαν τοῖς πολεμίοις.
31.8 οἱ δὲ οὐκ ἐδέξαντο τὴν βίαν αὐτῶν, ἀλλὰ φεύγοντες τῶν μὲν ὅπλων ἅπαντες ὁμαλῶς ἐστερήθησαν, χιλίους δὲ ἀπέβαλον πεσόντας.
32.1 οὐ πολλῷ δὲ ὕστερον εἰς τὴν Λεοντίνων στρατεύσας ὁ Τιμολέων λαμβάνει τὸν Ἱκέτην ζῶντα καὶ τὸν υἱὸν Εὐπόλεμον καὶ τὸν ἱππάρχην Εὔθυμον, ὑπὸ τῶν στρατιωτῶν συνδεθέντας καὶ κομισθέντας πρὸς αὐτόν.
32.2 ὁ μὲν οὖν Ἱκέτης καὶ τὸ μειράκιον ὡς τύραννοι καὶ προδόται κολασθέντες ἀπέθνῃσκον, ὁ δʼ Εὔθυμος, ἀνὴρ ἀγαθὸς ὢν πρὸς τοὺς ἀγῶνας καὶ τόλμῃ διαφέρων, οὐκ ἔτυχεν οἴκτου διὰ βλασφημίαν τινὰ πρὸς τοὺς Κορινθίους κατηγορηθεῖσαν αὐτοῦ,
32.3 λέγεται γὰρ ὅτι τῶν Κορινθίων ἐκστρατευσαμένων ἐπʼ αὐτούς δημηγορῶν ἐν τοῖς Λεοντίνοις οὐδὲν ἔφη γεγονέναι φοβερὸν οὐδὲ δεινόν, εἰ Κορίνθιαι γυναῖκες ἐξῆλθον δόμων.
32.4 οὕτως ὑπὸ λόγων μᾶλλον ἢ πράξεων πονηρῶν ἀνιᾶσθαι πεφύκασιν οἱ πολλοί· χαλεπώτερον γὰρ ὕβριν ἢ βλάβην φέρουσι. καὶ τὸ μὲν ἀμύνεσθαι διʼ ἔργων ὡς ἀναγκαῖον δέδοται τοῖς πολεμοῦσιν, αἱ δὲ βλασφημίαι περιουσίᾳ μίσους ἢ κακίας γίνεσθαι δοκοῦσιν.
33.1 ἐπανελθόντος δὲ τοῦ Τιμολέοντος οἱ Συρακούσιοι τὰς γυναῖκας τῶν περὶ τὸν Ἱκέτην καὶ τὰς θυγατέρας ἐν ἐκκλησίᾳ καταστήσαντες εἰς κρίσιν ἀπέκτειναν.
33.2 καὶ δοκεῖ τοῦτο τῶν Τιμολέοντος ἔργων ἀχαριστότατον γενέσθαι· μὴ γὰρ ἂν ἐκείνου κωλύοντος οὕτως τὰς ἀνθρώπους ἀποθανεῖν.
33.3 δοκεῖ δὲ αὐτὰς ὑπεριδεῖν καὶ προέσθαι τῷ θυμῷ τῶν πολιτῶν δίκην λαμβανόντων ὑπὲρ Δίωνος τοῦ Διονύσιον ἐκβαλόντος.
33.4 Ἱκέτης γάρ ἐστιν ὁ τὴν γυναῖκα τοῦ Δίωνος Ἀρετὴν καὶ τὴν ἀδελφὴν Ἀριστομάχην καὶ τὸν υἱὸν ἔτι παῖδα καταποντίσας ζῶντας, περὶ ὧν ἐν τῷ Δίωνος γέγραπται βίῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme