Thesauros Literature biography Τιμολέων

Τιμολέων

Τιμολέων Plutarch
36.6 ἐπὶ δὲ τῆς οἰκίας ἱερὸν ἱδρυσάμενος Αὐτοματίας ἔθυεν, αὐτὴν δὲ τὴν οἰκίαν Ἱερῷ δαίμονι καθιέρωσεν.
36.7 ᾤκει δὲ οἰκίαν ἣν ἐξεῖλον αὐτῷ στρατηγίας ἀριστεῖον οἱ Συρακούσιοι, καὶ τῶν ἀγρῶν τὸν ἥδιστον καὶ κάλλιστον ἐν ᾧ καὶ τὸ πλεῖστον τοῦ χρόνου κατεσχόλαζε, μεταπεμψάμενος οἴκοθεν τὴν γυναῖκα καὶ τοὺς παῖδας.
36.8 οὐ γὰρ ἐπανῆλθεν εἰς Κόρινθον, οὐδὲ κατέμιξε τοῖς Ἑλληνικοῖς θορύβοις ἑαυτὸν οὐδὲ τῷ πολιτικῷ φθόνῳ παρέδωκεν, εἰς ὃν οἱ πλεῖστοι τῶν στρατηγῶν ἀπληστίᾳ τιμῶν καὶ δυνάμεως ἐξοκέλλουσιν, ἀλλʼ ἐκεῖ κατέμεινε τοῖς ὑφʼ ἑαυτοῦ μεμηχανημένοις ἀγαθοῖς χρώμενος·
36.9 ὧν μέγιστον ἦν τὸ πόλεις τοσαύτας καὶ μυριάδας ἀνθρώπων διʼ ἑαυτὸν ἐφορᾶν εὐδαιμονούσας.
37.1 ἐπεὶ δὲ χρῆν, ὡς ἔοικεν, οὐ μόνον πᾶσι κορυδαλλοῖς λόφον ἐγγίγνεσθαι, κατὰ Σιμωνίδην, ἀλλὰ καὶ πάσῃ δημοκρατίᾳ συκοφάντην, ἐπεχείρησαν καὶ Τιμολέοντι δύο τῶν δημαγωγῶν, Λαφύστιος καὶ Δημαίνετος.
37.2 ὧν Λαφυστίου μὲν αὑτὸν πρός τινα δίκην κατεγγυῶντος οὐκ εἴα θορυβεῖν οὐδὲ κωλύειν τοὺς πολίτας· ἑκὼν γὰρ αὐτὸς ὑπομεῖναι τοσούτους πόνους καὶ κινδύνους ὑπὲρ τοῦ τοῖς νόμοις χρῆσθαι τὸν βουλόμενον Συρακουσίων·
37.3 τοῦ δὲ Δημαινέτου πολλὰ κατηγορήσαντος ἐν ἐκκλησίᾳ τῆς στρατηγίας, πρός ἐκεῖνον μὲν οὐδὲν ἀντεῖπε, τοῖς δὲ θεοῖς ἔφη χάριν ὀφείλειν, οἷς εὔξατο Συρακουσίους ἐπιδεῖν τῆς παρρησίας κυρίους γενομένους.
37.4 μέγιστα δʼ οὖν καὶ κάλλιστα τῶν καθʼ αὑτὸν Ἑλλήνων ὁμολογουμένως διαπραξάμενος ἔργα, καὶ μόνος, ἐφʼ ἃς οἱ σοφισταὶ διὰ τῶν λόγων τῶν πανηγυρικῶν ἀεὶ παρεκάλουν πράξεις τοὺς Ἕλληνας, ἐν ταύταις ἀριστεύσας,
37.5 καὶ τῶν μὲν αὐτόθι κακῶν, ἃ τὴν ἀρχαίαν Ἑλλάδα κατέσχεν, ὑπὸ τῆς τύχης προεκκομισθεὶς ἀναίμακτος καὶ καθαρός, ἐπιδειξάμενος δὲ δεινότητα μὲν καὶ ἀνδρείαν τοῖς βαρβάροις καὶ τοῖς τυράννοις, δικαιοσύνην δὲ καὶ πρᾳότητα τοῖς Ἕλλησι καὶ τοῖς φίλοις,
37.6 τὰ δὲ πλεῖστα τρόπαια τῶν ἀγώνων ἀδάκρυτα καὶ ἀπενθῆ τοῖς πολίταις καταστήσας, καθαρὰν δὲ τὴν Σικελίαν ἐν οὐδʼ ὅλοις ἔτεσιν ὀκτὼ ἀϊδίων καὶ συνοίκων κακῶν καὶ νοσημάτων παραδοὺς τοῖς κατοικοῦσιν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme