Thesauros Literature biography Αἰμίλιος Παῦλλος

Αἰμίλιος Παῦλλος

Αἰμίλιος Παῦλλος Plutarch
37.2 τῷ δὲ Περσεῖ, καίπερ οἰκτείρας τὴν μεταβολὴν καὶ μάλα βοηθῆσαι προθυμηθείς, οὐδὲν εὕρετο πλὴν μεταστάσεως ἐκ τοῦ καλουμένου κάρκερε παρʼ αὐτοῖς εἰς τόπον καθαρὸν καὶ φιλανθρωποτέραν δίαιταν, ὅπου φρουρούμενος, ὡς μὲν οἱ πλεῖστοι γεγράφασιν, ἀπεκαρτέρησεν, ἔνιοι δὲ τῆς τελευτῆς ἴδιόν τινα καὶ παρηλλαγμένον τρόπον ἱστοροῦσι.
37.3 μεμψαμένους γάρ τι καὶ θυμωθέντας αὐτῷ τοὺς περὶ τὸ σῶμα στρατιώτας, ὡς ἕτερον οὐδὲν ἠδύναντο λυπεῖν καὶ κακοῦν αὐτόν, ἐξείργειν τῶν ὕπνων, καὶ προσέχοντας ἀκριβῶς ἐνίστασθαι ταῖς καταφοραῖς καὶ συνέχειν ἐγρηγορότα πάσῃ μηχανῇ, μέχρι οὗ τοῦτον τὸν τρόπον ἐκπονηθεὶς ἐτελεύτησεν.
37.4 ἐτελεύτησε δὲ καὶ τῶν παιδίων τὰ δύο. τὸν δὲ τρίτον, Ἀλέξανδρον, εὐφυᾶ μὲν ἐν τῷ τορεύειν καὶ λεπτουργεῖν γενέσθαι φασίν, ἐκμαθόντα δὲ τὰ Ῥωμαϊκὰ γράμματα καὶ τὴν διάλεκτον ὑπογραμματεύειν τοῖς ἄρχουσιν, ἐπιδέξιον καὶ χαρίεντα περὶ ταύτην τὴν ὑπηρεσίαν ἐξεταζόμενον.
38.1 ταῖς δὲ Μακεδονικαῖς πράξεσι τοῦ Αἰμιλίου δημοτικωτάτην προσγράφουσι χάριν ὑπὲρ τῶν πολλῶν, ὡς τοσούτων εἰς τὸ δημόσιον τότε χρημάτων ὑπʼ αὐτοῦ τεθέντων ὥστε μηκέτι δεῆσαι τὸν δῆμον εἰσενεγκεῖν ἄχρι τῶν Ἱρτίου καὶ Πάνσα χρόνων, οἳ περὶ τὸν πρῶτον Ἀντωνίου καὶ Καίσαρος πόλεμον ὑπάτευσαν.
38.2 κἀκεῖνο δʼ ἴδιον καὶ περιττὸν τοῦ Αἰμιλίου, τὸ σπουδαζόμενον ὑπὸ τοῦ δήμου καὶ τιμώμενον διαφερόντως ἐπὶ τῆς ἀριστοκρατικῆς μεῖναι προαιρέσεως, καὶ μηδὲν εἰπεῖν μηδὲ πρᾶξαι χάριτι τῶν πολλῶν, ἀλλὰ τοῖς πρώτοις καὶ κρατίστοις ἀεὶ συνεξετάζεσθαι περὶ τὴν πολιτείαν.
38.3 ὃ καὶ χρόνοις ὕστερον Ἄππιος ὠνείδισεν Ἀφρικανῷ Σκηπίωνι. μέγιστοι γὰρ ὄντες ἐν τῇ πόλει τότε τὴν τιμητικὴν ἀρχὴν μετῄεσαν, ὁ μὲν τὴν βουλὴν ἔχων καὶ τοὺς ἀρίστους περὶ αὑτόν· αὕτη γὰρ Ἀππίοις ἡ πολιτεία πάτριος· ὁ δὲ μέγας μὲν ὢν ἐφʼ ἑαυτοῦ, μεγάλῃ δʼ ἀεὶ τῇ παρὰ τοῦ δήμου χάριτι καὶ σπουδῇ κεχρημένος.
38.4 ὡς οὖν ἐμβάλλοντος εἰς ἀγορὰν τοῦ Σκηπίωνος κατεῖδε παρὰ πλευρὰν ὁ Ἄππιος ἀνθρώπους ἀγεννεῖς καὶ δεδουλευκότας, ἀγοραίους δὲ καὶ δυναμένους ὄχλον συναγαγεῖν καὶ σπουδαρχίᾳ καὶ κραυγῇ πάντα πράγματα βιάσασθαι, μέγα βοήσας·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme