Thesauros Literature biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
13.2 καὶ παρὰ τοσοῦτον ἔφθασεν ἀφεὶς ὑποσπόνδους τοὺς ἄνδρας ὅσον ἐν Μεγάροις οὖσιν αὐτοῖς ἀπαντῆσαι Κλεόμβροτον ἐπὶ τὰς Θήβας ἐλαύνοντα μετὰ μεγάλης δυνάμεως, οἱ δὲ Σπαρτιᾶται, τριῶν ἁρμοστῶν γενομένων ἐν Θήβαις, Ἡριππίδαν μὲν καὶ Ἄρκισσον ἀπέκτειναν κρίναντες, ὁ δὲ τρίτος Λυσανορίδας χρήμασι πολλοῖς ζημιωθεὶς αὑτὸν ἐκ τῆς Πελοποννήσου μετέστησε.
13.3 ταύτην τὴν πρᾶξιν ἀρεταῖς μὲν ἀνδρῶν καὶ κινδύνοις καὶ ἀγῶσι παραπλησίαν τῇ Θρασυβούλου γενομένην, καὶ βραβευθεῖσαν ὁμοίως ὑπὸ τῆς τύχης, ἀδελφὴν ἐκείνης προσηγόρευον οἱ Ἕλληνες, οὐ γὰρ ἔστι ῥᾳδίως ἑτέρους εἰπεῖν οἳ πλειόνων ἐλάττους καὶ δυνατωτέρων ἐρημότεροι τόλμῃ καὶ δεινότητι κρατήσαντες αἴτιοι μειζόνων ἀγαθῶν ταῖς πατρίσι κατέστησαν.
13.4 ἐνδοξοτέραν δὲ ταύτην ἐποίησεν ἡ μεταβολὴ τῶν πραγμάτων, ὁ γὰρ καταλύσας τὸ τῆς Σπάρτης ἀξίωμα καὶ παύσας ἄρχοντας αὐτοὺς γῆς τε καὶ θαλάττης πόλεμος ἐξ ἐκείνης ἐγένετο τῆς νυκτός, ἐν ᾗ Πελοπίδας οὐ φρούριον, οὐ τεῖχος, οὐκ ἀκρόπολιν καταλαβών, ἀλλʼ εἰς οἰκίαν δωδέκατος κατελθών, εἰ δεῖ μεταφορᾷ τὸ ἀληθὲς εἰπεῖν, ἔλυσε καὶ διέκοψε τοὺς δεσμοὺς τῆς Λακεδαιμονίων ἡγεμονίας, ἀλύτους καὶ ἀρρήκτους εἶναι δοκοῦντας.
14.1 ἐπεὶ τοίνυν στρατῷ μεγάλῳ Λακεδαιμονίων εἰς τήν Βοιωτίαν ἐμβαλόντων οἱ Ἀθηναῖοι περίφοβοι γενόμενοι τήν τε συμμαχίαν ἀπείπαντο τοῖς Θηβαίοις καὶ τῶν βοιωτιαζόντων εἰς τὸ δικαστήριον παραγαγόντες τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐφυγάδευσαν, τοὺς δὲ χρήμασιν ἐζημίωσαν, ἐδόκει δὲ κακῶς ἔχειν τὰ τῶν Θηβαίων πράγματα μηδενὸς αὐτοῖς βοηθοῦντος, ἔτυχε μὲν ὁ Πελοπίδας μετὰ Γοργίδου βοιωταρχῶν, ἐπιβουλεύοντες δὲ συγκροῦσαι πάλιν τοὺς Ἀθηναίους τοῖς Λακεδαιμονίοις τοιόνδε τι μηχανῶνται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme