14.2
Σφοδρίας, ἀνὴρ Σπαρτιάτης, εὐδόκιμος μὲν ἐν τοῖς πολεμικοῖς καὶ λαμπρός, ὑπόκουφος δὲ τήν γνώμην καὶ κενῶν ἐλπίδων καὶ φιλοτιμίας ἀνοήτου μεστός, ἀπελείφθη περὶ Θεσπιὰς μετὰ δυνάμεως τοὺς ἀφισταμένους τῶν Θηβαίων δέχεσθαι καὶ βοηθεῖν. πρὸς τοῦτον ὑποπέμπουσιν οἱ περὶ τὸν Πελοπίδαν ἰδίᾳ ἔμπορόν τινα τῶν φίλων, χρήματα κομίζοντα καὶ λόγους, οἳ τῶν χρημάτων μᾶλλον ἀνέπεισαν αὐτόν ὡς χρὴ πραγμάτων ἅψασθαι μεγάλων καὶ τὸν Πειραιᾶ καταλαβεῖν, ἀπροσδόκητον ἐπιπεσόντα μὴ φυλαττομένοις τοῖς Ἀθηναίοις·
14.3
Λακεδαιμονίοις τε γὰρ οὐδὲν οὕτως ἔσεσθαι κεχαρισμένον ὡς λαβεῖν τὰς Ἀθήνας, Θηβαίους τε χαλεπῶς ἔχοντας αὐτοῖς καὶ προδότας νομίζοντας οὐκ ἐπιβοηθήσειν. τέλος δὲ συμπεισθεὶς ὁ Σφοδρίας καὶ τοὺς στρατιώτας ἀναλαβών, νυκτὸς εἰς τήν Ἀττικὴν ἐνέβαλε. καὶ μέχρι μὲν Ἐλευσῖνος προῆλθεν, ἐκεῖ δὲ τῶν στρατιωτῶν ἀποδειλιασάντων φανερὸς γενόμενος, καὶ συνταράξας οὐ φαῦλον οὐδὲ ῥᾴδιον τοῖς Σπαρτιάταις πόλεμον, ἀνεχώρησεν εἰς Θεσπιάς.
15.1
ἐκ τούτου πάλιν προθυμότατα Ἀθηναῖοι τοῖς Θηβαίοις συνεμάχουν, καί τῆς θαλάττης ἀντελαμβάνοντο, καί περιϊόντες ἐδέχοντο καί προσήγοντο τοὺς ἀποστατικῶς τῶν Ἑλλήνων ἔχοντας. οἱ δὲ Θηβαῖοι καθʼ αὑτοὺς ἐν τῇ Βοιωτίᾳ συμπλεκόμενοι τοῖς Λακεδαιμονίοις ἑκάστοτε, καί μαχόμενοι μάχας αὐτὰς μὲν οὐ μεγάλας, μεγάλην δὲ τὴν μελέτην ἐχούσας καί τὴν ἄσκησιν.
15.2
ἐξερριπίζοντο τοῖς θυμοῖς καί διεπονοῦντο τοῖς σώμασιν, ἐμπειρίαν ἅμα τῇ συνηθείᾳ καὶ φρόνημα προσλαμβάνοντες ἐκ τῶν ἀγώνων. διὸ καί φασιν Ἀνταλκίδαν τὸν Σπαρτιάτην, ὡς Ἀγησίλαος ἐπανῆλθεν ἐκ Βοιωτίας τετρωμένος, εἰπεῖν πρὸς αὐτόν ἦ καλὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὑτοὺς πολεμεῖν καί μάχεσθαι διδάξας.