Thesauros Literature biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
16.3 τὴν γὰρ διὰ μέσου πᾶσαν ὁ Μέλας ποταμός εὐθὺς ἐκ πηγῶν εἰς ἕλη πλωτὰ καὶ λίμνας διασπειρόμενος ἄπορον ἐποίει. μικρὸν δὲ ὑπὸ τὰ ἕλη νεώς ἐστιν Ἀπόλλωνος Τεγυραίου καὶ μαντεῖον ἐκλελειμμένον οὐ πάνυ πολὺν χρόνον, ἀλλʼ ἄχρι τῶν Μηδικῶν ἤκμαζε, τὴν προφητείαν Ἐχεκράτους ἔχοντος, ἐνταῦθα μυθολογοῦσι τὸν θεὸν γενέσθαι· καὶ τὸ μὲν πλησίον ὄρος Δῆλος καλεῖται, καὶ πρὸς αὐτὸ καταλήγουσιν αἱ τοῦ Μέλανος διαχύσεις,
16.4 ὀπίσω δὲ τοῦ ναοῦ δύο ῥήγνυνται πηγαὶ γλυκύτητι καὶ πλήθει καὶ ψυχρότητι θαυμαστοῦ νάματος, ὧν τὸ μὲν Φοίνικα, τὸ δὲ Ἐλαίαν ἄχρι νῦν ὀνομάζομεν, οὐ φυτῶν μεταξὺ δυεῖν, ἀλλὰ ῥείθρων τῆς θεοῦ λοχευθείσης. καὶ γὰρ τὸ Πτῷον ἐγγύς, ὅθεν αὐτὴν ἀναπτοηθῆναι προφανέντος ἐξαίφνης κάπρου λέγουσι, καὶ τὰ περὶ Πύθωνα καὶ Τιτυὸν ὡσαύτως οἱ τόποι τῇ γενέσει τοῦ θεοῦ συνοικειοῦσι.
16.5 τὰ γὰρ πλεῖστα παραλείπω τῶν τεκμηρίων· οὐ γὰρ ἐν τοῖς ἐκ μεταβολῆς ἀθανάτοις γενομένοις γεννητοῖς ὁ πάτριος λόγος τὸν θεὸν τοῦτον ἀπολείπει δαίμοσιν, ὥσπερ Ἡρακλέα καὶ Διόνυσον, ἐκ μεταβολῆς ἀρετῇ τὸ θνητὸν καὶ παθητὸν ἀποβαλόντας, ἀλλὰ τῶν ἀϊδίων καὶ ἀγεννήτων εἷς ἐστιν, εἰ δεῖ τοῖς ὑπὸ τῶν φρονιμωτάτων καὶ παλαιοτάτων λεγομένοις τεκμαίρεσθαι περὶ τῶν τηλικούτων.
17.1 εἰς δʼ οὖν Τεγύρας οἱ Θηβαῖοι κατὰ τὸν αὐτὸν χρόνον ἐκ τῆς Ὀρχομενίας ἀπιόντες καί οἱ Λακεδαιμόνιοι συνέπιπτον, ἐξ ἐναντίας αὐτοῖς ἐκ τῆς Λοκρίδος ἀναζευγνύντες. ὡς δὲ πρῶτον ὤφθησαν τὰ στενὰ διεκβάλλοντες, καί τις εἶπε τῷ Πελοπίδᾳ προσδραμών· ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί μᾶλλον, εἶπεν, ἢ εἰς ἡμᾶς ἐκεῖνοι;
17.2 καί τὴν μὲν ἵππον εὐθὺς πᾶσαν ἐκέλευσε παρελαύνειν ἀπʼ οὐρᾶς ὡς προεμβαλοῦσαν, αὐτὸς δὲ τοὺς ὁπλίτας τριακοσίους ὄντας εἰς ὀλίγον συνήγαγεν, ἐλπίζων καθʼ ὃ προσβάλοι μάλιστα διακόψειν ὑπερβάλλοντας πλήθει τοὺς πολεμίους. ἦσαν δὲ δύο μόραι Λακεδαιμονίων, τὴν δὲ μόραν Ἔφορος μὲν ἄνδρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δʼ ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιός ἐστι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme