Thesauros Literature biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
28.4 ὡς δὲ ἦλθε πρὸς αὐτόν καὶ ἅτε δὴ γυνὴ τὸ μὲν μέγεθος τοῦ ἤθους οὐκ εὐθὺς ἐν τοσαύτῃ συμφορᾷ κατεῖδε, κουρᾷ δὲ καὶ στολῇ καὶ διαίτῃ τεκμαιρομένη λυπρὰ καὶ μὴ πρέποντα τῇ δόξῃ πάσχειν αὐτόν ἀπεδάκρυσε, τὸ μὲν πρῶτον ἀγνοῶν ὁ Πελοπίδας τίς εἴη γυναικῶν, ἐθαύμαζεν, ὡς δὲ ἔγνω, προσηγόρευσεν αὐτὴν πατρόθεν ἦν γὰρ τῷ Ἰάσονι συνήθης καὶ φίλος, εἰπούσης δὲ ἐκείνης, ἐλεῶ σου τὴν γυναῖκα, καὶ γὰρ ἐγώ σε, εἶπεν, ὅτι ἄδετος οὖσα ὑπομένεις Ἀλέξανδρον.
28.5 οὗτος ἔθιγέ πως ὁ λόγος τῆς γυναικός· ἐβαρύνετο γὰρ τὴν ὠμότητα καὶ τὴν ὕβριν τοῦ τυράννου, μετὰ τῆς ἄλλης ἀσελγείας καὶ τὸν νεώτατον αὐτῆς τῶν ἀδελφῶν παιδικὰ πεποιημένου. διὸ καὶ συνεχῶς φοιτῶσα πρὸς τὸν Πελοπίδαν καὶ παρρησιαζομένη περὶ ὧν ἔπασχεν ὑπεπίμπλατο θυμοῦ καὶ φρονήματος καὶ δυσμενείας πρὸς τὸν Ἀλέξανδρον.
29.1 ἐπεὶ δὲ οἱ στρατηγοὶ τῶν Θηβαίων εἰς τὴν Θετταλίαν ἐμβαλόντες ἔπραξαν οὐδέν, ἀλλὰ διʼ ἀπειρίαν ἢ δυστυχίαν αἰσχρῶς ἀνεχώρησαν, ἐκείνων μὲν ἕκαστον ἡ πόλις μυρίαις δραχμαῖς ἐζημίωσεν, Ἐπαμεινώνδαν δὲ μετὰ δυνάμεως ἀπέστειλεν.
29.2 εὐθὺς οὖν κίνησίς τις μεγάλη Θετταλῶν ἦν ἐπαιρομένων πρὸς τὴν δόξαν τοῦ στρατηγοῦ, καὶ τὰ πράγματα τοῦ τυράννου ῥοπῆς ἐδεῖτο μικρᾶς ἀπολωλέναι· τοσοῦτος ἐνεπεπτώκει φόβος τοῖς περὶ αὐτὸν ἡγεμόσι καὶ φίλοις, τοσαύτη δὲ τοὺς ὑπηκόους ὁρμὴ πρὸς ἀπόστασιν εἶχε καὶ χαρὰ τοῦ μέλλοντος, ὡς νῦν ἐποψομένους δίκην διδόντα τὸν τύραννον.
29.3 οὐ μὴν ἀλλʼ Ἐπαμεινώνδας τὴν αὐτοῦ δόξαν ἐν ὑστέρῳ τῆς Πελοπίδου σωτηρίας τιθέμενος, καὶ δεδοικὼς μὴ τῶν πραγμάτων ταραχθέντων ἀπογνοὺς ἑαυτὸν Ἀλέξανδρος ὥσπερ θηρίον τράπηται πρὸς ἐκεῖνον, ἐπῃωρεῖτο τῷ πολέμῳ, καὶ κύκλῳ περιϊὼν, τῇ παρασκευῇ καὶ τῇ μελλήσει κατεσκεύαζε καὶ συνέστελλε τὸν τύραννον, ὡς μήτε ἀντεῖναι τὸ αὔθαδες αὐτοῦ καὶ θρασυνόμενον μήτε τὸ πικρὸν καὶ θυμοειδὲς ἐξερεθίσαι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme