Thesauros Literature biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
29.4 πυνθανόμενος τὴν ὠμότητα καὶ τὴν ὀλιγωρίαν τῶν καλῶν καὶ δικαίων, ὡς ζῶντας μὲν ἀνθρώπους κατώρυττεν, ἑτέροις δὲ δέρματα συῶν ἀγρίων καὶ ἄρκτων περιτιθεὶς καὶ τοὺς θηρατικοὺς ἐπάγων κύνας καὶ διέσπα καὶ κατηκόντιζε, παιδιᾷ ταύτῃ χρώμενος, Μελιβοίᾳ δὲ καὶ Σκοτούσῃ, πόλεσιν ἐνσπόνδοις καὶ φίλαις, ἐκκλησιαζούσαις περιστήσας ἅμα τοὺς δορυφόρους ἡβηδὸν ἀπέσφαξε, τὴν δὲ λόγχην ᾗ Πολύφρονα τὸν θεῖον ἀπέκτεινε καθιερώσας καὶ καταστέψας, ἔθυεν ὥσπερ θεῷ καὶ Τύχωνα προσηγόρευε.
29.5 τραγῳδὸν δέ ποτε θεώμενος Εὐριπίδου Τρῳάδας ὑποκρινόμενον ᾤχετο ἀπιὼν ἐκ τοῦ θεάτρου, καὶ πέμψας πρὸς αὐτὸν ἐκέλευε θαρρεῖν καὶ μηδὲν ἀγωνίζεσθαι διὰ τοῦτο χεῖρον, οὐ γὰρ ἐκείνου καταφρονῶν ἀπελθεῖν, ἀλλʼ αἰσχυνόμενος τοὺς πολίτας, εἰ μηδένα πώποτε τῶν ὑπʼ αὐτοῦ φονευομένων ἠλεηκώς, ἐπὶ τοῖς Ἑκάβης καὶ Ἀνδρομάχης κακοῖς ὀφθήσεται δακρύων.
29.6 οὗτος μέντοι τὴν δόξαν αὐτὴν καὶ τοὔνομα καὶ τὸ πρόσχημα τῆς Ἐπαμεινώνδου στρατηγίας καταπλαγείς, ἔπτηξʼ ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν, καὶ τοὺς ἀπολογησομένους ταχὺ πρὸς αὐτὸν ἔπεμπεν. ὁ δὲ συνθέσθαι μὲν εἰρήνην καὶ φιλίαν πρὸς τοιοῦτον ἄνδρα Θηβαίοις οὐχ ὑπέμεινε, σπεισάμενος δέ τριακονθημέρους ἀνοχὰς τοῦ πολέμου καὶ λαβὼν τὸν Πελοπίδαν καὶ τὸν Ἰσμηνίαν ἀνεχώρησεν.
30.1 οἱ δὲ Θηβαῖοι παρὰ τῶν Λακεδαιμονίων καὶ τῶν Ἀθηναίων αἰσθόμενοι πρὸς τὸν μέγαν βασιλέα πρέσβεις ἀναβαίνοντας ὑπὲρ συμμαχίας, ἔπεμψαν καὶ αὐτοὶ Πελοπίδαν, ἄριστα βουλευσάμενοι πρὸς τὴν δόξαν αὐτοῦ. πρῶτον μὲν γὰρ ἀνέβαινε διὰ τῶν βασιλέως ἐπαρχιῶν ὀνομαστὸς ὢν καὶ περιβόητος· οὐ γὰρ ἠρέμα διῖκτο τῆς Ἀσίας οὐδʼ ἐπὶ μικρὸν ἡ δόξα τῶν πρὸς Λακεδαιμονίους ἀγώνων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme