Thesauros Literature biography Μάρκελλος

Μάρκελλος

Μάρκελλος Plutarch
23.4 ἧς ἦν τὸ κεφάλαιον ὅτι σύμμαχοι καὶ φίλοι Ῥωμαίοις ὄντες πεπόνθασιν ἃ πολλοῖς τῶν πολεμίων ἕτεροι στρατηγοὶ μὴ παθεῖν ἐχαρίσαντο. πρὸς ταῦτα ὁ Μάρκελλος ἔλεγεν ὡς ἀντὶ πολλῶν ὧν δεδράκασι Ῥωμαίους κακῶς οὐδὲν πεπόνθασι, πλὴν ἃ πολέμῳ καὶ κατὰ κράτος ἁλόντας ἀνθρώπους κωλῦσαι παθεῖν οὐ δυνατόν ἐστιν, οὕτω δὲ ἁλῶναι διʼ αὑτούς, πολλὰ προκαλουμένῳ πεισθῆναι μὴ ἐθελήσαντας.
23.5 οὐ γὰρ ὑπὸ τῶν τυράννων πολεμῆσαι βιασθέντας, ἀλλὰ κἀκείνους ἐπὶ τῷ πολεμεῖν ἑλέσθαι τυράννους. λεχθέντων δὲ τῶν λόγων καὶ μεθισταμένοις, ὥσπερ εἴωθεν, ἐκ τῆς βουλῆς τοῖς Συρακουσίοις συνεξῆλθε Μάρκελλος, ἐπὶ τῷ συνάρχοντι ποιησάμενος τὴν σύγκλητον, καὶ πρὸ τῶν θυρῶν τοῦ βουλευτηρίου διέτριβεν, οὔτε φόβῳ διὰ τὴν δίκην οὔτε θυμῷ πρὸς τοὺς Συρακουσίους τοῦ συνήθους μεταβαλὼν καταστήματος, ἀλλὰ πρᾴως πάνυ καὶ κοσμίως τὸ τῆς δίκης τέλος ἐκδεχόμενος.
23.6 ἐπεὶ δὲ διηνέχθησαν αἱ γνῶμαι καὶ νικῶν ἀπεδείχθη, προσπίπτουσιν αὐτῷ οἱ Συρακούσιοι, μετὰ δακρύων δεόμενοι τὴν ὀργὴν εἰς αὐτοὺς ἀφεῖναι τοὺς παρόντας, οἰκτεῖραι δὲ τὴν ἄλλην πόλιν μεμνημένην ὧν ἔτυχεν ἀεὶ καὶ χάριν ἔχουσαν. ἐπικλασθεὶς οὖν ὁ Μάρκελλος τούτοις τε διηλλάγη, καὶ τοῖς ἄλλοις Συρακουσίοις ἀεί τι πράττων ἀγαθὸν διετέλει.
23.7 καὶ τὴν ἐλευθερίαν ἣν ἀπέδωκεν αὐτοῖς, καὶ τοὺς νόμους καὶ τῶν κτημάτων τὰ περιόντα βέβαια παρέσχεν ἡ σύγκλητος, ἀνθʼ ὧν ἄλλας τε τιμὰς ὑπερφυεῖς ἔσχε παρʼ αὐτοῖς, καὶ νόμον ἔθεντο τοιοῦτον, ὁπόταν ἐπιβῇ Σικελίας Μάρκελλος ἢ τῶν ἐκγόνων τις αὐτοῦ, στεφανηφορεῖν Συρακουσίους καὶ θύειν τοῖς θεοῖς.
24.1 τοὐντεῦθεν ἤδη τρέπεται πρὸς Ἀννίβαν. καὶ τῶν ἄλλων ὑπάτων καὶ ἡγεμόνων σχεδὸν ἁπάντων μετὰ τὰ ἐν Κάνναις ἑνὶ στρατηγήματι τῷ φυγομαχεῖν χρωμένων ἐπὶ τὸν ἄνδρα, παρατάττεσθαι δὲ καὶ συμπλέκεσθαι μηδενὸς τολμῶντος, αὐτὸς ἐπὶ τὴν ἐναντίαν ὥρμησεν ὁδόν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme