Thesauros Literature biography Μάρκελλος

Μάρκελλος

Μάρκελλος Plutarch
26.3 ὁ δὲ ἐμβαλὼν εἷς τὸν ὀπίσω συνετάραξε καὶ τοῦτον καὶ τοὺς ἐπιφερομένους, κατιδὼν δὲ τοῦτο Μάρκελλος ἐκέλευσε τοὺς ἱππεῖς ἐλαύνειν ἀνὰ κράτος πρὸς τὸ θορυβούμενον καὶ ποιεῖν ἔτι μᾶλλον αὑτοῖς περιπετεῖς τοὺς πολεμίους, οὗτοί τε δὴ λαμπρῶς ἐμβαλόντες ἀνέκοπτον ἄχρι τοῦ στρατοπέδου τοὺς Καρχηδονίους, καὶ τῶν θηρίων τὰ κτεινόμενα καὶ πίπτοντα τὸν πλεῖστον αὐτῶν φόνον ἀπειργάζετο.
26.4 λέγονται γὰρ ὑπὲρ ὀκτακισχιλίους ἀποθανεῖνῬωμαίων δὲ νεκροὶ μὲν ἐγένοντο τρισχίλιοι, τραυματίαι δὲ ὀλίγου δεῖν ἅπαντες. καὶ τοῦτο παρέσχεν Ἀννίβᾳ καθʼ ἡσυχίαν ἀναστάντι νυκτὸς ἆραι πορρωτάτω τοῦ Μαρκέλλου. διώκειν γὰρ οὐκ ἦν δυνατὸς ὑπὸ πλήθους τῶν τετρωμένων, ἀλλὰ κατὰ σχολὴν εἷς Καμπανίαν ἀνέζευξε, καὶ τὸ θέρος ἐν Σινοέσσῃ διῆγεν ἀναλαμβάνων τοὺς στρατιώτας.
27.1 ὁ δὲ Ἀννίβας ὡς ἀπέρρηξεν ἑαυτὸν τοῦ Μαρκέλλου, χρώμενος ὥσπερ λελυμένῳ τῷ στρατεύματι, πᾶσαν ἀδεῶς ἐν κύκλῳ περιϊὼν ἔφλεγε τὴν Ἰταλίαν καὶ κακῶς ἤκουσεν ἐν Ῥώμῃ Μάρκελλος, οἱ δὲ ἐχθροὶ Πουβλίκιον Βίβλον, ἕνα τῶν δημάρχων, ἀνέστησαν ἐπὶ τὴν κατηγορίαν αὐτοῦ, δεινὸν εἰπεῖν ἄνδρα καὶ βίαιον·
27.2 ὃς πολλάκις συναγαγὼν τὸν δῆμον ἔπειθεν ἄλλῳ παραδοῦναι στρατηγῷ τὴν δύναμιν, ἐπεὶ Μάρκελλος, ἔφη, μικρὰ τῷ πολέμῳ προσγεγυμνασμένος ὥσπερ ἐκ παλαίστρας ἐπὶ θερμὰ λουτρὰ θεραπεύσων ἑαυτὸν τέτραπται. ταῦτα πυνθανόμενος ὁ Μάρκελλος ἐπὶ μὲν τοῦ στρατοπέδου τοὺς πρεσβευτὰς ἀπέλιπεν, αὐτὸς δὲ πρὸς τὰς διαβολὰς ἐπλογησόμενος εἰς Ῥώμην ἐπανῆλθεν.
27.3 ἐκ δὲ τῶν διαβολῶν ἐκείνων δίκην εὗρε παρεσκευασμένην ἐφʼ αὑτόν, ἡμέρας οὖν ὁρισθείσης καὶ τοῦ δήμου συνελθόντος εἰς τὸν Φλαμίνιον ἱππόδρομον, ὁ μὲν Βίβλος ἀναβὰς κατηγόρησεν, ὁ δὲ· Μάρκελλος ἀπελογεῖτο, βραχέα μὲν καὶ ἁπλᾶ διʼ ἑαυτοῦ, πολλὴν δὲ καὶ λαμπρὰν οἱ δοκιμώτατοι καὶ πρῶτοι τῶν πολιτῶν παρρησίαν ἦγον, παρακαλοῦντες μὴ χείρονας τοῦ πολεμίου κριτὰς φανῆναι δειλίαν Μαρκέλλου καταψηφισαμένους, ὃν μόνον φεύγει τῶν ἡγεμόνων ἐκεῖνος καὶ διατελεῖ τούτῳ μὴ μάχεσθαι στρατηγῶν, ὡς τοῖς ἄλλοις μάχεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme