30.4
ταῦτα μὲν οὖν οἱ περὶ Κορνήλιον Νέπωτα καὶ Οὐαλέριον Μάξιμον ἱστορήκασι· Λίβιος δὲ καὶ Καῖσαρ ὁ Σεβαστὸς κομισθῆναι τήν ὑδρίαν πρὸς τὸν υἱὸν εἰρήκασι καὶ ταφῆναι λαμπρῶς. ἦν δὲ ἀνάθημα Μαρκέλλου δίχα τῶν ἔν Ῥώμῃ γυμνάσιον μὲν ἐν Κατάνῃ τῆς Σικελίας, ἀνδριάντες δὲ καὶ πίνακες τῶν ἐκ Συρακουσῶν ἔν τε Σαμοθρᾴκῃ παρὰ τοῖς θεοῖς, οὓς Καβείρους ὠνόμαζον, καὶ περὶ Λίνδον ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς.
30.5
ἐκεῖ δὲ αὐτοῦ τῷ ἀνδριάντι τοῦτʼ ἦν ἐπιγεγραμμένον, ὡς Ποσειδώνιός φησι, τὸ ἐπίγραμμα· οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ, Μάρκελλος κλεινῶν Κλαύδιος ἐκ πατέρων. ἑπτάκι τὰν ὑπάταν ἀρχὰν ἐν Ἄρηϊ φυλάξας, τὸν πολὺν ἀντιπάλοις ὃς κατέχευε φόνον. . τήν γὰρ ἀνθύπατον ἀρχήν, ἣν δὶς ἦρξε, ταῖς πέντε προσκατηρίθμησεν ὑπατείαις ὁ τὸ ἐπίγραμμα ποιήσας.
30.6
γένος δʼ αὐτοῦ λαμπρὸν ἄχρι Μαρκέλλου τοῦ Καίσαρος ἀδελφιδοῦ διέτεινεν, ὃς Ὀκταβίας ἦν τῆς Καίσαρος ἀδελφῆς υἱὸς ἐκ Γαΐου Μαρκέλλου γεγονώς, ἀγορανομῶν δὲ Ῥωμαίων ἐτελεύτησε νυμφίος, Καίσαρος θυγατρὶ χρόνον οὐ πολὺν συνοικήσας. εἰς δὲ τιμὴν αὐτοῦ καὶ μνήμην Ὀκταβία μὲν ἡ μήτηρ τήν βιβλιοθήκην ἀνέθηκε, Καῖσαρ δὲ θέατρον ἐπιγράψας Μαρκέλλου.