Thesauros Literature biography Μάρκελλος

Μάρκελλος

Μάρκελλος Plutarch
9.3 καὶ νομίζοντες ἀποχρῶντα τοῦτον ἔχειν πρὸς ἀσφάλειαν, οὐ διαρκῆ δὲ πρὸς ἄμυναν στρατηγόν, ἐπὶ τὸν Μάρκελλον ἀφεώρων,ἀφεώρων Coraës and Bekker have κατέφευγον (took refuge), after Stephanus. καὶ τὸ θαρραλέον αὐτοῦ καὶ δραστήριον πρὸς τὴν ἐκείνου κεραννύντες καὶ ἁρμόττοντες εὐλάβειαν καὶ πρόνοιαν, ποτὲ μὲν ἀμφοτέρους ἅμα χειροτονοῦντες ὑπάτους, ποτὲ δὲ ἐν μέρει, τὸν μὲν ὕπατον, τὸν δὲ ἀνθύπατον, ἐξέπεμπον.
9.4 ὁ δὲ Ποσειδώνιός φησι τὸν μὲν Φάβιον θυρεὸν καλεῖσθαι, τὸν δὲ Μάρκελλον ξίφος, αὐτὸς δὲ ὁ Ἀννίβας ἔλεγε τὸν μὲν Φάβιον ὡς παιδαγωγὸν φοβεῖσθαι, τὸν δὲ Μάρκελλον ὡς ἀνταγωνιστήν ὑφʼ οὗ μὲν γὰρ κωλύεσθαι κακόν τι ποιεῖν, ὑφʼ οὗ δὲ καὶ πάσχειν.
10.1 πρῶτον μὲν οὖν ἀνέσεως πολλῆς καί θρασύτητος ἐκ τοῦ κρατεῖν τοῦ Ἀννίβαν τοῖς στρατιώταις ἐγγενομένης, τοὺς ἀποσκιδναμένους τοῦ στρατοπέδου καί κατατρέχοντας τὴν χώραν ἐπιτιθέμενος κατέκοπτε καί ὑπανήλισκε τῆς δυνάμεως· ἔπειτα πρὸς Νέαν πόλιν καί Νῶλαν βοηθήσας Νεαπολίτας μὲν ἐπέρρωσεν αὐτοὺς καθʼ ἑαυτοὺς βεβαίους ὄντας Ῥωμαίοις, εἷς δὲ Νῶλαν εἰσελθὼν στάσιν εὗρε, τῆς βουλῆς τὸν δῆμον ἀννιβίζοντα μεταχειρίσασθαι καί καταρτίσαι μὴ δυναμένης.
10.2 ἦν γὰρ τις ἀνὴρ εὐγενείᾳ, τε πρωτεύων ἐν τῇ πόλει καί κατʼ ἀνδρείαν ἐπιφανής, ὄνομα Βάνδιος· τοῦτον ἐν Κάνναις περιόπτως ἀγωνισάμενον καί πολλοὺς μὲν ἀνελόντα τῶν Καρχηδονίων, τέλος δὲ αὐτὸν ἐν τοῖς νεκροῖς εὑρεθέντα πολλῶν βελῶν κατάπλεων τὸ σῶμα, θαυμάσας ὁ Ἀννίβας οὐ μόνον ἀφῆκεν ἄνευ λύτρων, ἀλλὰ καί δῶρα προσέθηκε καί φίλον ἐποιήσατο καί ξένον.
10.3 ἀμειβόμενος οὖν τὴν χάριν ὁ Βάνδιος εἷς ἦν τῶν ἀννιβιζόντων προθύμως, καί τὸν δῆμον ἰσχύων ἐξῆγε πρὸς ἀπόστασιν. ὁ δὲ Μάρκελλος ἀνελεῖν μὲν ἄνδρα λαμπρὸν οὕτω τὴν τύχην καί κεκοινωνηκότα τῶν μεγίστων Ῥωμαίοις ἀγώνων οὐχ ὅσιον ἡγεῖτο, πρὸς δὲ τῷ φύσει φιλανθρώπῳ καί πιθανὸς ὢν ὁμιλίᾳ προσάγεσθαι φιλότιμον ἦθος, ἀσπασαμένου ποτε τὸν Βανδίου αὐτὸν ἠρώτησεν ὅστις ἀνθρώπων εἴη, πάλαι μὲν εὖ εἰδώς, ἀρχὴν δὲ καί πρόφασιν ἐντεύξεως ζητῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme