Thesauros Literature biography Φιλοποίμην

Φιλοποίμην

Φιλοποίμην Plutarch
10.8 τοῦτο ἔχων τὸ σχῆμα χαλκοῦς ἐν Δελφοῖς ἕστηκεν ὑπὸ τῶν Ἀχαιῶν θαυμασάντων μάλιστα καὶ τὴν πρᾶξιν αὐτοῦ καὶ τὴν στρατηγίαν ἐκείνην.
11.1 λέγεται δὲ τῆς τῶν Νεμείων πανηγύρεως συνεστώσης συνεστώσης Bekker has ἐνεστώσης, after Bryan. στρατηγοῦντα τὸν Φιλοποίμενα τὸ δεύτερον καὶ νενικηκότα μὲν οὐ πάλαι τὴν ἐν Μαντινείᾳ μάχην, τότε δὲ σχολὴν ἄγοντα διὰ τὴν ἑορτήν, πρῶτον μὲν ἐπιδεῖξαι τοῖς Ἕλλησι κεκοσμημένην τὴν φάλαγγα καὶ κινουμένην, ὥσπερ εἴθιστο, τοὺς τακτικοὺς ῥυθμοὺς μετὰ τάχους καὶ ῥώμης·
11.2 ἔπειτα κιθαρῳδῶν ἀγωνιζομένων εἰς τὸ θέατρον παρελθεῖν ἔχοντα τοὺς νεανίσκους ἐν ταῖς στρατιωτικαῖς χλαμύσι καὶ τοῖς φοινικοῖς ὑποδύταις, ἀκμάζοντάς τε τοῖς σώμασιν ἅπαντας καὶ ταῖς ἡλικίαις παραλλήλους, αἰδῶ δὲ πολλὴν πρὸς τὸν ἄρχοντα καὶ φρόνημα νεανικὸν ὑποφαίνοντας ἐκ πολλῶν καὶ καλῶν ἀγώνων ἄρτι δʼ αὐτῶν εἰσεληλυθότων κατὰ τύχην Πυλάδην τὸν κιθαρῳδὸν ᾄδοντα τοὺς Τιμοθέου Πέρσας ἐνάρξασθαι κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον·
11.3 ἅμα δὲ τῇ λαμπρότητι τῆς φωνῆς τοῦ περὶ τὴν ποίησιν ὄγκου συμπρέψαντος ἐπίβλεψιν γενέσθαι τοῦ θεάτρου πανταχόθεν εἰς τὸν Φιλοποίμενα καὶ κρότον μετὰ χαρᾶς, τῶν Ἑλλήνων τὸ παλαιὸν ἀξίωμα ταῖς ἐλπίσιν ἀναλαμβανόντων καὶ τοῦ τότε φρονήματος ἔγγιστα τῷ θαρρεῖν γινομένων. γινομένων Bekker after Coraës: γενομένων.
12.1 παρὰ δὲ τὰς μάχας καὶ τοὺς κινδύνους, ὥσπερ οἱ πῶλοι τοὺς συνήθεις ἐπιβάτας ποθοῦντες, ἐὰν ἄλλον φέρωσι, πτύρονται καὶ ξενοπαθοῦσιν, οὕτως ἡ δύναμις τῶν Ἀχαιῶν ἑτέρου στρατηγοῦντος ἠθύμει καὶ πρὸς ἐκεῖνον ἐπάπταινε καὶ μόνον ὀφθέντος εὐθὺς ὀρθὴ καὶ δραστήριος ἦν διὰ τὸ θαρρεῖν, ἅτε δὴ καὶ τοὺς ἐναντίους αἰσθανόμενοι πρὸς ἕνα τοῦτον τῶν στρατηγῶν ἀντιβλέπειν οὐ δυναμένους, ἀλλὰ καὶ τὴν δόξαν αὐτοῦ καὶ τοὔνομα δεδοικότας, ὡς ἦν φανερὸν ἐξ ὧν ἔπρασσον.
12.2 Φίλιππος μὲν γὰρ ὁ τῶν Μακεδόνων βασιλεύς οἰόμενος, ἂν ἐκποδὼν ὁ Φιλοποίμην γένηται, πάλιν ὑποπτήξειν αὐτῷ τοὺς Ἀχαιούς, ἔπεμψεν εἰς Ἄργος κρύφα τοὺς ἀναιρήσοντας αὐτόν ἐπιγνωσθείσης δὲ τῆς ἐπιβουλῆς παντάπασιν ἐξεμισήθη καὶ διεβλήθη πρὸς τοὺς Ἕλληνας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme