12.3
Βοιωτοὶ δὲ πολιορκοῦντες Μέγαρα καὶ λήψεσθαι ταχέως ἐλπίζοντες, ἐξαίφνης λόγου προσπεσόντος αὐτοῖς, ὃς οὐκ ἦν ἀληθής, Φιλοποίμενα βοηθοῦντα τοῖς πολιορκουμένοις ἐγγὺς εἶναι, τὰς κλίμακας ἀφέντες ἤδη προσερηρεισμένας τοῖς τείχεσιν ᾤχοντο φεύγοντες.
12.4
Νάβιδος δὲ τοῦ μετὰ Μαχανίδαν τυραννοῦντος Λακεδαιμονίων Μεσσήνην ἄφνω καταλαβόντος, ἐτύγχανε μὲν ἰδιώτης ὢν τότε ὁ Φιλοποίμην καὶ δυνάμεως οὐδεμιᾶς κύριος, ἐπεὶ δὲ τὸν στρατηγοῦντα τῶν Ἀχαιῶν Λύσιππον οὐκ ἔπειθε βοηθεῖν τοῖς Μεσσηνίοις, ἀπολωλέναι κομιδῇ φάσκοντα τὴν πόλιν ἔνδον γεγονότων τῶν πολεμίων, αὐτὸς ἐβοήθει τοὺς ἑαυτοῦ πολίτας ἀναλαβών οὔτε νόμον οὔτε χειροτονίαν περιμείναντας, ἀλλʼ ὡς διὰ παντὸς ἄρχοντι τῷ κρείττονι κατὰ φύσιν ἑπομένους.
12.5
ἤδη δʼ αὐτοῦ πλησίον ὄντος ἀκούσας ὁ Νάβις οὐχ ὑπέστη, καίπερ ἐν τῇ πόλει στρατοπεδεύων, ἀλλʼ ὑπεκδὺς διὰ πυλῶν ἑτέρων κατὰ τάχος ἀπήγαγε τὴν δύναμιν, εὐτυχίᾳ χρήσεσθαι δοκῶν εἰ διαφύγοι· καὶ διέφυγε, Μεσσήνη δʼ ἠλευθέρωτο.
13.1
ταῦτα μὲν οὖν καλὰ τοῦ Φιλοποίμενος· ἡ δʼ εἰς Κρήτην αὖθις ἀποδημία Γορτυνίων δεηθέντων, ὡς χρήσαιντο πολεμούμενοι στρατηγῷ, διαβολὴν ἔσχεν, ὅτι τῆς πατρίδος αὐτοῦ πολεμουμένης ὑπὸ Νάβιδος ἀπῆν φυγομαχῶν ἡ φιλοτιμούμενος ἀκαίρως πρὸς ἑτέρους, καίτοι συντόνως οὕτως ἐπολεμήθησαν Μεγαλοπολῖται κατὰ τὸν χρόνον ἐκεῖνον ὥστε τοῖς μὲν τείχεσιν ἐνοικεῖν, σπείρειν δέ τοὺς στενωπούς, περικεκομμένης περικεκομμένης Coraës and Bekker, with the vulgate: περικεκομμένους. τῆς χώρας καὶ τῶν πολεμίων σχεδὸν ἐν ταῖς πύλαις στρατοπεδευόντων.
13.2
ὁ δὲ Κρησὶ πολεμῶν τηνικαῦτα καὶ στρατηγῶν διαπόντιος ἐγκλήματα παρεῖχε καθʼ ἑαυτοῦ τοῖς ἐχθροῖς ὡς ἀποδιδράσκων τὸν οἴκοι πόλεμον. ἦσαν δέ τινες οἱ λέγοντες, ἑτέρους τῶν Ἀχαιῶν ᾑρημένων ἄρχοντας, ἰδιώτην ὄντα τὸν Φιλοποίμενα χρῆσαι τὴν ἑαυτοῦ σχολὴν ἐφʼ ἡγεμονίᾳ δεηθεῖσι τοῖς Γορτυνίοις.