13.3
ἦν γὰρ ἀλλότριος σχολῆς, καθάπερ ἄλλο τι κτῆμα τὴν στρατηγικὴν καὶ πολεμικὴν ἀρετὴν ἔχειν διὰ παντὸς ἐν χρήσει καὶ τριβῇ βουλόμενος, ὡς καὶ τῷ περὶ Πτολεμαίου ποτὲ ῥηθέντι τοῦ βασιλέως ἀπεδήλωσεν. ἐκεῖνον γὰρ ἐγκωμιαζόντων τινῶν ὡς ἐν μὲν ἐξασκοῦντα τὸ στράτευμα καθʼ ἡμέραν, ἐν δὲ γυμνάζοντα καὶ φιλοπόνως διὰ τῶν ὅπλων τὸ σῶμα, καὶ τίς ἂν, ἔφη, βασιλέα θαυμάσειεν ἐν τούτῳ τῆς ἡλικίας μὴ ἐπιδεικνύμενον, ἀλλὰ μελετῶντα;
13.4
χαλεπῶς δʼ οὖν οἱ Μεγαλοπολῖται φέροντες ἐπὶ τούτῳ καὶ προδεδόσθαι νομίζοντες ἐπεχείρησαν ἀποξενοῦν αὐτόν· οἱ δʼ Ἀχαιοὶ διεκώλυσαν Ἀρίσταινον πέμψαντες εἰς Μεγάλην πόλιν στρατηγόν, ὃς καίπερ ὢν διάφορος τῷ Φιλοποίμενι περὶ τὴν πολιτείαν, οὐκ εἴασε τελεσθῆναι τὴν καταδίκην.
13.5
ἐκ δὲ τούτου παρορώμενος ὑπὸ τῶν πολιτῶν ὁ Φιλοποίμην ἀπέστησε πολλὰς τῶν περιοικίδων κωμῶν, λέγειν διδάξας ὡς οὐ συνετέλουν οὐδὲ ἦσαν ἐξ ἀρχῆς ἐκείνων, καὶ λεγούσαις ταῦτα φανερῶς συνηγωνίσατο καὶ συγκατεστασίασε τὴν πόλιν ἐπὶ τῶν Ἀχαιῶν, ταῦτα μὲν οὖν ὕστερον.
13.6
ἐν δὲ τῇ Κρήτῃ συνεπολέμει τοῖς Γορτυνίοις, οὐχ ὡς Πελοποννήσιος ἀνὴρ καὶ Ἀρκὰς ἁπλοῦν τινα καὶ γενναῖον πόλεμον, ἀλλὰ τὸ Κρητικὸν ἦθος ἐνδὺς καὶ τοῖς ἐκείνων σοφίσμασι καὶ δόλοις κλωπείαις τε καὶ λοχισμοῖς χρώμενος ἐπʼ αὐτούς ταχὺ παῖδας ἀπέδειξεν ἀνόητα καὶ κενὰ πρὸς ἐμπειρίαν ἀληθινὴν πανουργοῦντας.
14.1
ἐπὶ τούτοις δὲ θαυμασθείς καὶ λαμπρὸς παρὰ τῶν ἐκεῖ πράξεων ἀνακομισθεὶς εἰς Πελοπόννησον εὗρε τὸν μὲν Φίλιππον ὑπὸ τοῦ Τίτου καταπεπολεμημένον, τὸν δὲ Νάβιν ὑπὸ τῶν Ἀχαιῶν καὶ τῶν Ῥωμαίων πολεμούμενον. ἐφʼ ὃν εὐθὺς αἱρεθεὶς ἄρχων καὶ ναυμαχίᾳ παραβαλόμενος τὸ τοῦ Ἐπαμεινώνδου παθεῖν ἔδοξε, ποχὺ τῆς περὶ αὐτὸν ἀρετῆς καὶ δόξης ἐν τῇ θαλάσσῃ κάκιον ἀγωνισάμενος.
14.2
πλὴν Ἐπαμεινώνδαν μὲν ἔνιοι λέγουσιν ὀκνοῦντα γεῦσαι τῶν κατὰ θάλασσαν ὠφελειῶν τοὺς πολίτας, ὅπως αὐτῷ μὴ λάθωσιν ἀντὶ μονίμων ὁπλιτῶν, κατὰ Πλάτωνα, ναῦται γενόμενοι καὶ διαφθαρέντες, ἄπρακτον ἐκ τῆς Ἀσίας καὶ τῶν νήσων ἀπελθεῖν ἑκουσίως·