15.6
τρίτῃ δὲ ὁδῷ μόλις ἐντυχὼν ἐδήλωσε τὴν προθυμίαν τῆς πόλεως, ὁ δὲ Φιλοποίμην ἡδέως ἀκούσας ἧκεν αὐτὸς εἰς Λακεδαίμονα, καὶ συνεβούλευσεν αὐτοῖς μὴ τοὺς φίλους καὶ ἀγαθοὺς δεκάζειν, ὧν προῖκα τῆς ἀρετῆς ἔξεστιν ἀπολαύειν, ἀλλὰ τοὺς πονηροὺς καὶ τὴν πόλιν ἐν τῷ συνεδρίῳ καταστασιάζοντας ὠνεῖσθαι καὶ διαφθείρειν, ἵνα τῷ λαβεῖν ἐπιστομισθέντες ἧττον ἐνοχλοῖεν αὐτοῖς βέλτιον γὰρ εἶναι τῶν ἐχθρῶν παραιρεῖσθαι τὴν παρρησίαν ἢ τῶν φίλων, οὕτως μὲν ἦν πρὸς χρήματα λαμπρός.
16.1
ἐπεὶ δὲ πάλιν τοὺς Λακεδαιμονίους νεωτερίζειν ἀκούσας ὁ στρατηγὸς τῶν Ἀχαιῶν Διοφάνης ἐβούλετο κολάζειν, οἱ δὲ εἰς πόλεμον καθιστάμενοι διετάρασσον τὴν Πελοπόννησον, ἐπειρᾶτο πραΰνειν καὶ καταπαύειν τόν Διοφάνη τῆς ὀργῆς ὁ Φιλοποίμην, διδάσκων τόν καιρόν ὡς Ἀντιόχου τοῦ βασιλέως καὶ Ῥωμαίων ἐν τῇ Ἑλλάδι τηλικούτοις αἰωρουμένων στρατοπέδοις ἐκεῖσε χρὴ τόν ἄρχοντα τὴν γνώμην ἔχειν, τὰ δὲ οἰκεῖα μὴ κινεῖν, ἀλλὰ καὶ παριδεῖν τι καὶ παρακοῦσαι τῶν ἁμαρτανομένων.
16.2
οὐ προσέχοντος δὲ τοῦ Διοφάνους, ἀλλʼ εἰς τὴν Λακωνικὴν ἐμβαλόντος ἅμα τῷ Τίτῳ καὶ βαδιζόντων εὐθὺς ἐπὶ τὴν πόλιν, ἀγανακτήσας ὁ Φιλοποίμην, ἔργον οὐ νόμιμον οὐδʼ ἀπηκριβωμένον ἐκ τῶν δικαίων, ἀλλὰ μέγα καὶ μεγάλῳ φρονήματι τολμήσας, εἰς τὴν Λακεδαίμονα παρῆλθε καὶ τόν τε στρατηγὸν τῶν Ἀχαιῶν καὶ τόν ὕπατον τῶν Ῥωμαίων ἰδιώτης ὢν ἀπέκλεισε, τὰς δʼ ἐν τῇ πόλει ταραχὰς ἔπαυσε καὶ κατέστησε τοὺς Λακεδαιμονίους πάλιν εἰς τὸ κοινόν, ὥσπερ ἐξ ἀρχῆς ἦσαν.
16.3
χρόνῳ δὲ ὕστερον ἐγκαλέσας τι τοῖς Λακεδαιμονίοις στρατηγῶν ὁ Φιλοποίμην τὰς μὲν φυγὰς κατήγαγεν εἰς τὴν πόλιν, ὀγδοήκοντα δὲ Σπαρτιάτας ἀπέκτεινεν, ὡς Πολύβιός φησιν, ὡς δὲ Ἀριστοκράτης, πεντήκοντα καὶ τριακοσίους.
16.4
τὰ δὲ τείχη καθεῖλε, χώραν δὲ πολλὴν ἀποτεμόμενος προσένειμε τοῖς Μεγαλοπολίταις, ὅσοι δὲ ἦσαν ὑπὸ τῶν τυράννων ἀποδεδειγμένοι πολῖται τῆς Σπάρτης, μετῴκιζεν ἅπαντας ἀπάγων εἰς Ἀχαΐαν πλὴν τρισχιλίων τούτους δὲ ἀπειθοῦντας καὶ μὴ βουλομένους ἀπελθεῖν ἐκ τῆς Λακεδαίμονος ἐπώλησεν, εἶθʼ οἷον ἐφυβρίζων ἀπὸ τῶν χρημάτων τούτων ἐν Μεγάλῃ πόλει στοὰν ᾠκοδόμησεν.