17.4
Μανίου δὲ τοῦ Ῥωμαίων ὑπάτου νενικηκότος μὲν Ἀντίοχον, αἰτουμένου δὲ παρὰ τῶν Ἀχαιῶν ὅπως ἐάσωσι τοὺς Λακεδαιμονίων φυγάδας κατελθεῖν, καὶ Τίτου ταὐτὸ τῷ Μανίῳ περὶ τῶν φυγάδων ἀξιοῦντος, διεκώλυσεν ὁ Φιλοποίμην οὐ τοῖς φυγάσι πολεμῶν, ἀλλὰ βουλόμενος διʼ αὑτοῦ καὶ τῶν Ἀχαιῶν, ἀλλὰ μὴ Τίτου μηδὲ Ῥωμαίων χάριτι τοῦτο πραχθῆναι· καὶ στρατηγῶν εἰς τοὐπιὸν αὐτὸς κατήγαγε τοὺς φυγάδας, οὕτως εἶχέ τι πρὸς τὰς ἐξουσίας ὑπὸ φρονήματος δύσερι καὶ φιλόνεικον.
18.1
ἤδη δὲ γεγονὼς ἔτος ἑβδομηκοστόν, ὄγδοον δὲ τῶν Ἀχαιῶν στρατηγῶν, ἤλπιζεν οὐ μόνον ἐκείνην τήν ἀρχὴν ἀπολέμως διάξειν, ἀλλὰ καὶ τοῦ βίου τὸ λοιπὸν αὐτῷ μεθʼ ἡσυχίας καταβιῶναι τὰ πράγματα παρέξειν. ὡς γὰρ αἱ νόσοι ταῖς τῶν σωμάτων ῥώμαις συναπομαραίνεσθαι δοκοῦσιν, οὕτως ἐν ταῖς Ἑλληνικαῖς πόλεσιν ἐπιλειπούσης τῆς δυνάμεως ἔληγε τὸ φιλόνικον.
18.2
οὐ μὴν ἀλλὰ Νέμεσίς τις ὥσπερ ἀθλητὴν εὐδρομοῦντα πρὸς τέρμασι τοῦ βίου κατέβαλε, λέγεται γὰρ ἔν τινι συλλόγῳ τῶν παρόντων ἐπαινούντων ἄνδρα δεινὸν εἶναι δοκοῦντα περὶ στρατηγίαν εἰπεῖν τὸν Φιλοποίμενα, καὶ πῶς ἄξιον ἐκείνου λόγον ἔχειν τοῦ ἀνδρός, ὅστις ἥλω ζῶν ὑπὸ τῶν πολεμίων;
18.3
μεθʼ ἡμέρας δὲ ὀλίγας Δεινοκράτης Μεσσήνιος, ἄνθρωπος ἰδίᾳ τε τῷ Φιλοποίμενι προσκεκρουκώς καὶ τοῖς ἄλλοις ἐπαχθὴς διὰ πονηρίαν καὶ ἀκολασίαν, τήν τε Μεσσήνην ἀπέστησε τῶν Ἀχαιῶν, καὶ κώμην τήν καλουμένην Κολωνίδα προσηγγέλθη μέλλων καταλαμβάνειν ὁ δὲ Φιλοποίμην ἔτυχε μὲν ἐν Ἄργει πυρέσσων, πυθόμενος δὲ ταῦτα συνέτεινεν εἰς Μεγάλην πόλιν ἡμέρᾳ μιᾷ σταδίους πλείονας ἢ τετρακοσίους.
18.4
κἀκεῖθεν εὐθὺς ἐβοήθει τοὺς ἱππεῖς ἀναλαβών, οἵπερ ἦσαν ἐνδοξότατοι μὲν τῶν πολιτῶν, νέοι δὲ κομιδῇ, διʼ εὔνοιαν τοῦ Φιλοποίμενος καὶ ζῆλον ἐθελονταὶ συστρατεύοντες. ἱππασάμενοι δὲ πρὸς τήν Μεσσήνην καὶ περὶ τὸν Εὐάνδρου λόφον ἀπαντῶντι τῷ Δεινοκράτει συμπεσόντες ἐκεῖνον μὲν ἐτρέψαντο,