Thesauros Literature biography Τίτος

Τίτος

Τίτος Plutarch
19.2 οὐδὲν οὖν ὑποστειλάμενος ὁ Κάτων προῆλθε, καὶ καταστὰς μετὰ τοῦ συνάρχοντος ἠρώτησε τὸν Τίτον εἰ γινώσκει τὸ συμπόσιον. ἀρνουμένου δὲ ἐκείνου, διηγησάμενος εἰς ὁρισμὸν προεκαλεῖτο τὸν Λεύκιον εἴ τί φησι τῶν εἰρημένων μὴ ἀληθὲς εἶναι, τοῦ δὲ Λευκίου σιωπήσαντος, ὁ μὲν δῆμος ἔγνω δικαίαν γεγονέναι τὴν ἀτιμίαν καὶ τὸν Κάτωνα προέπεμψε λαμπρῶς ἀπὸ τοῦ βήματος,
19.3 ὁ δὲ Τίτος τῇ συμφορᾷ τοῦ ἀδελφοῦ περιπαθῶν συνέστη μετὰ τῶν πάλαι μισούντων τὸν Κάτωνα καὶ πάσας μὲν ἃς ἐκεῖνος ἐποιήσατο τῶν δημοσίων ἐκδόσεις καὶ μισθώσεις καὶ ὠνὰς ἠκύρωσε καὶ ἀνέλυσεν ἐν τῇ βουλῇ κρατήσας, πολλὰς δὲ καὶ μεγάλας δίκας κατʼ αὐτοῦ παρεσκεύασεν, οὐκ οἶδὲ ὅπως εὖ καὶ πολιτικῶς πρὸς ἄρχοντα νόμιμον καὶ πολίτην ἄριστον ὑπὲρ ἀνδρὸς οἰκείου μέν, ἀναξίου δὲ καὶ τὰ προσήκοντα πεπονθότος ἀνήκεστον ἔχθραν ἀράμενος.
19.4 οὐ μὴν ἀλλὰ τοῦ Ῥωμαίων ποτὲ δήμου θέαν ἔχοντος ἐν τῷ θεάτρῳ καὶ τῆς βουλῆς, ὥσπερ εἴωθε, κόσμῳ προκαθημένης, ὀφθεὶς ὁ Λεύκιος ἐπʼ ἐσχάτοις που καθήμενος ἀτίμως καὶ ταπεινῶς οἶκτον ἔσχε· καὶ τὸ πλῆθος οὐκ ἠνέσχετο τὴν ὄψιν, ἀλλʼ ἐβόων μεταβῆναι κελεύοντες, ἕως μετέβη, δεξαμένων αὐτὸν εἰς ἑαυτοὺς τῶν ὑπατικῶν.
20.1 τὸ δὲ οὖν φύσει Τίτου φιλότιμον, ἄχρι μὲν ἱκανὴν εἶχεν ὕλην περὶ τοὺς εἰρημένους πολέμους διατρίβοντος, εὐδοκίμει· καὶ γὰρ ἐχιλιάρχησεν αὖθις μετὰ τὴν ὑπατείαν, οὐδενὸς ἐπείγοντος· ἀπαλλαγεὶς δέ τοῦ ἄρχειν καὶ πρεσβύτερος ὢν ἠλέγχετο μᾶλλον, ἐν οὐκ ἔχοντι πράξεις ἔτι τῷ λοιπῷ βίῳ σπαργῶντα πρὸς δόξαν καὶ νεανἰζοντα τῷ πάθει κατέχειν ἑαυτὸν οὐ δυνάμενος.
20.2 τοιαύτῃ γάρ τινι καὶ τὸ περὶ Ἀννίβαν φορᾷ ἐδόκει πράξας ἐπαχθὴς γενέσθαι τοῖς πολλοῖς. ὁ γὰρ Ἀννίβας οἴκοθεν μὲν ἐκ Καρχηδόνος ὑπεκδρὰς Ἀντιόχῳ συνῆν, ἐκείνου δέ μετὰ τὴν ἐν Φρυγίᾳ μάχην εἰρήνης ἀγαπητῶς τυχόντος, αὖθις φεύγων καὶ πλανηθεὶς πολλά τέλος ἐν τῇ Βιθυνίᾳ κατέστη Προυσίαν θεραπεύων, οὐδενὸς Ῥωμαίων ἀγνοοῦντος, ἀλλὰ παρορώντων ἁπάντων διʼ ἀσθένειαν καὶ γῆρας ὥσπερ ἐρριμμένον ὑπὸ τῆς τύχης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme